ὕδωρ δὲ ἀπὸ πηγῶν ἀνερχόμενον μέλαν ἰδὼν οἶδα ἐν Ἀστύροις· τὰ δὲ Ἄστυρα ἀπαντικρὺ Λέσβου λουτρά
ἐστι θερμὰ ἐν τῷ Ἀταρνεῖ καλουμένῳ. τὸ δὲ χωρίον ἐστὶν ὁ Ἀταρνεὺς ὁ Χίων μισθός, ὃν παρὰ
τοῦ Μήδου λαμβάνουσιν ἄνδρα ἐκδόντες ἱκέτην, Πακτύην τὸν Λυδόν. τοῦτο
μὲν δὴ μελαίνεται, Ῥωμαίοις δὲ ὑπὲρ τὴν πόλιν, διαβάντων τὸν Ἄνιον ὀνομαζόμενον ποταμόν, ὕδωρ λευκόν ἐστιν· ἀνδρὶ δὲ ἐσβάντι ἐς αὐτὸ τὸ
μὲν παραυτίκα ψυχρόν τε πρόσεισι καὶ ἐμποιεῖ φρίκην, ἐπισχόντι δὲ ὀλίγον ἅτε φάρμακον θερμαίνει τὸ πυρωδέστατον.
Λέσβος
Λυδός
Μῆδος
Πακτύης
Χῖος
Ἀταρνεύς
Ἀταρνεύς
Ἄνιος
Ἄστυρα
Ἄστυρα
Ῥωμαῖοι
I myself have seen water rising from springs that was dark in color, at Astyra. Astyra lies directly opposite Lesbos and contains hot springs located at the place called Atarneus. This region Atarneus was the reward the people of Chios received from the Mede, given after they had betrayed and handed over the suppliant, Pactyes the Lydian. While this water is dark, higher up than the city of the Romans, after crossing the river known as Anio, there is water that is white. When a man first enters this water it strikes him immediately as cold and causes shivering. However, if he remains in it for a little while, it becomes heated, acting like a medicinal remedy due to its intense warmth.