τῶν δὲ ἐν Θρᾴκῃ Μενδαίων τὸ ἀνάθημα ἐγγύτατα ἀφίκετο ἀπατῆσαί με
ὡς ἀνδρὸς εἰκὼν εἴη πεντάθλου· καὶ κεῖται
μὲν παρὰ τὸν Ἠλεῖον Ἀναυχίδαν,
ἔχει δὲ ἁλτῆρας ἀρχαίους. ἐλεγεῖον δὲ ἐπʼ αὐτὸ γεγραμμένον ἐστὶν ἐπὶ
τοῦ μηροῦ· Ζηνὶ θεῶν βασιλεῖ μʼ ἀκροθίνιον ἐνθάδʼ ἔθηκαν Μενδαῖοι, Σίπτην χερσὶ βιασσάμενοι. τὸ
μὲν δὴ Θρᾴκιόν τι
εἶναι τεῖχος καὶ πόλις ἔοικεν, ἡ Σίπτη· Μενδαίοις δὲ αὐτοῖς γένος τε Ἑλληνικὸν καὶ ἀπὸ Ἰωνίας ἐστίν, οἰκοῦσι δὲ ἀπὸ θαλάσσης ἄνω τῆς πρὸς Αἴνῳ πόλει.
Αἶνος
Ζεύς
Θρᾴκη
Μένδης
Μενδαῖοι
Σίπτη
Ἀναυχίδας
Ἠλεῖος
Ἰωνία
Of the offerings, the one dedicated by the Mendaeans in Thrace came closest to deceiving me into believing that it was an athlete's statue of a pentathlete; it stands near that of Anauchidas of Elis, and holds ancient jumping weights in its hands. An elegiac inscription is written upon its thigh:
"To Zeus, king of the gods, the Mendaeans placed me here as a choice offering,
Having subdued Sipte by force of arms."
Sipte appears to have been a fortress and a city in Thrace; the Mendaeans themselves are of Greek descent and originated from Ionia. They live inland from the sea near the city of Ainos.