ἐν δὲ τῷ παντὶ αἰῶνι πολλὰ
μὲν πάλαι συμβάντα, τὰ δὲ καὶ ἔτι γινόμενα ἄπιστα
εἶναι πεποιήκασιν ἐς τοὺς πολλοὺς οἱ τοῖς ἀληθέσιν ἐποικοδομοῦντες ἐψευσμένα.
λέγουσι γὰρ δὴ
ὡς Λυκάονος ὕστερον ἀεί τις ἐξ ἀνθρώπου λύκος γίνοιτο ἐπὶ τῇ θυσίᾳ
τοῦ Λυκαίου Διός, γίνοιτο δὲ οὐκ ἐς ἅπαντα τὸν βίον· ὁπότε δὲ εἴη λύκος, εἰ
μὲν κρεῶν ἀπόσχοιτο ἀνθρωπίνων, ὕστερον ἔτει δεκάτῳ
φασὶν αὐτὸν αὖθις ἄνθρωπον ἐκ λύκου γίνεσθαι, γευσάμενον δὲ ἐς ἀεὶ μένειν θηρίον.
Λυκάων
Λύκαιος Ζεύς
Throughout all history, many stories from ancient times, and indeed some events still occurring even now, have been rendered unbelievable to most people by those who add falsehoods onto true facts. For example, they say that ever since the time of Lykaon, at each sacrifice to Lykaian Zeus, a certain man would always change from a human into a wolf—but not permanently. Yet, whenever he was a wolf, if he restrained himself from human flesh, in the tenth year afterward he would become human again; but if he tasted it, he remained forever an animal.