Κλείτορι δὲ τῷ Ἀζᾶνος
οὐ γενομένων
παίδων, ἐς Αἴπυτον Ἐλάτου περιεχώρησεν ἡ Ἀρκάδων βασιλεία· τὸν δὲ Αἴπυτον ἐξελθόντα ἐς ἄγραν θηρίων
μὲν τῶν ἀλκιμωτέρων οὐδέν, σὴψ δὲ
οὐ προϊδόμενον ἀποκτίννυσι. τὸν δὲ ὄφιν τοῦτον καὶ αὐτός ποτε εἶδον· κατὰ ἔχιν ἐστὶ τὸν μικρότατον, τέφρᾳ ἐμφερής, στίγμασιν
οὐ συνεχέσι πεποικιλμένος· κεφαλὴ δέ ἐστιν αὐτῷ πλατεῖα καὶ τράχηλος στενός, γαστέρα δὲ
ἔχει μείζονα καὶ οὐρὰν βραχεῖαν· βαδίζει δὲ οὗτός τε καὶ ὄφις ἕτερος ὁ κεράστης καλούμενος ἐνδιδόντες ἐς τὰ πλάγια, ὥσπερ οἱ καρκίνοι.
Αἴπυτος
Κλείτωρ
κεράστης
Ἀζᾶν
Ἀρκάδες
Ἔλατος
Since Clitor, son of Azan, had no children, the royal power of the Arcadians passed to Aepytus, the son of Elatus. Aepytus, while hunting, was killed not by any of the fiercer beasts, but by a snake which he failed to discover beforehand. I myself have seen this serpent. It resembles in size the smallest viper; it is ash-colored and speckled with distinct, scattered spots. Its head is broad, the neck slender, the belly large, and its tail short. This serpent, as well as another snake called the horned serpent, moves sideways, just as crabs do.