ὁ δὲ ναὸς ὁ ἐφʼ ἡμῶν πολὺ δή τι τῶν ναῶν, ὅσοι Πελοποννησίοις εἰσίν, ἐς κατασκευὴν προέχει τὴν ἄλλην καὶ ἐς μέγεθος. ὁ
μὲν δὴ πρῶτός ἐστιν αὐτῷ κόσμος τῶν κιόνων Δώριος, ὁ δὲ ἐπὶ τούτῳ Κορίνθιος· ἑστήκασι δὲ καὶ ἐντὸς
τοῦ ναοῦ κίονες ἐργασίας τῆς Ἰώνων. ἀρχιτέκτονα δὲ ἐπυνθανόμην Σκόπαν αὐτοῦ
γενέσθαι τὸν Πάριον, ὃς καὶ ἀγάλματα πολλαχοῦ τῆς ἀρχαίας Ἑλλάδος, τὰ δὲ καὶ περὶ Ἰωνίαν τε καὶ Καρίαν ἐποίησε.
Δωρίς
Καρία
Κόρινθος
Πάριος
Πελοπόννησος
Σκόπας
Ἑλλάς
Ἰωνία
Ἴωνες
The temple of our day surpasses indeed by far all temples that exist among the Peloponnesians, both in terms of its general construction and its size. Its outer colonnade is in the Doric order, and upon this there is a Corinthian one; inside the temple as well stand columns in Ionic workmanship. I was informed that the architect was Scopas the Parian, who also made statues in many places throughout ancient Greece, and even some around Ionia and Caria.