τὴν δὲ
θυγατέρα τοῦ Τειρεσίου δοθῆναι μέν
φασι τῷ Ἀπόλλωνι ὑπὸ τῶν Ἀργείων, προστάξαντος δὲ
τοῦ θεοῦ ναυσὶν ἐς τὴν νῦν Ἰωνίαν καὶ Ἰωνίας ἐς τὴν Κολοφωνίαν περαιωθῆναι. καὶ ἡ
μὲν αὐτόθι συνῴκησεν ἡ Μαντὼ Ῥακίῳ Κρητί· τὰ δὲ ἄλλα ἐς Τειρεσίαν, ἐτῶν τε ἀριθμὸν ὧν γεγράφασιν αὐτὸν βιῶναι καὶ ὡς ἐκ γυναικὸς ἐς ἄνδρα ἠλλάγη καὶ ὅτι Ὅμηρος ἐποίησεν ἐν Ὀδυσσείᾳ συνετὸν
εἶναι γνώμην Τειρεσίαν τῶν ἐν Ἅιδου μόνον, ταῦτα
μὲν καὶ οἱ πάντες ἴσασιν ἀκοῇ.
Κολοφωνία
Μαντώ
Τειρεσίας
Τειρεσίας
Ἀπόλλων
Ἀργεῖοι
Ἅιδης
Ἰωνία
Ἰωνία
Ὀδύσσεια
Ὅμηρος
Ῥάκιος Κρής
They say that the daughter of Teiresias was given by the Argives to Apollo, and, by command of the god, was carried by ships to the land now called Ionia, more precisely to that part of Ionia belonging to Colophon. There, Manto married Rhacius the Cretan and settled. As for everything else concerning Teiresias—the number of years he is recorded to have lived, his change from woman into man, and the fact that Homer in the Odyssey makes him alone among the souls in Hades to retain understanding—these things are commonly known to everyone from the traditions.