Pausanias Analysis

Greek passages split into sentences with English translation

Chapter 1.17

Passage Sentence Greek English Era Skepticism
1.17.1 1 Ἀθηναίοις δὲ ἐν τῇ ἀγορᾷ καὶ ἄλλα ἐστὶν οὐκ ἐς ἅπαντας ἐπίσημα καὶ Ἐλέου βωμός, ᾧ μάλιστα θεῶν ἐς ἀνθρώπινον βίον καὶ μεταβολὰς πραγμάτων ὄντι ὠφελίμῳ μόνοι τιμὰς Ἑλλήνων νέμουσιν Ἀθηναῖοι. The Athenians have in their market-place other things too, not all of which are notable to everyone, and an altar of Mercy, whom alone of the Greeks the Athenians honor, considering this deity especially beneficial to human life and its changing fortunes. Historical Not Skeptical
1.17.1 2 τούτοις δὲ οὐ τὰ ἐς φιλανθρωπίαν μόνον καθέστηκεν, ἀλλὰ καὶ θεοὺς εὐσεβοῦσιν ἄλλων πλέον, καὶ γὰρ Αἰδοῦς σφισι βωμός ἐστι καὶ Φήμης καὶ Ὁρμῆς· δῆλά τε ἐναργῶς, ὅσοις πλέον τι ἑτέρων εὐσεβείας μέτεστιν, ἴσον σφίσι παρὸν τύχης χρηστῆς. Among them, it is established not only to practice humanity toward people, but they also worship the gods more devoutly than others. Historical Not Skeptical
1.17.2 1 ἐν δὲ τῷ γυμνασίῳ τῆς ἀγορᾶς ἀπέχοντι οὐ πολύ, Πτολεμαίου δὲ ἀπὸ τοῦ κατασκευασαμένου καλουμένῳ, λίθοι τέ εἰσιν Ἑρμαῖ θέας ἄξιοι καὶ εἰκὼν Πτολεμαίου χαλκῆ· In the gymnasium, which is situated not far from the agora and is called Ptolemy's after the man who built it, there are stone images of Hermes worthy of viewing and a bronze statue of Ptolemy. Historical Not Skeptical
1.17.2 2 καὶ ὅ τε Λίβυς Ἰόβας ἐνταῦθα κεῖται καὶ ὁ Χρύσιππος ὁ Σολεύς. Here lie buried the Libyan Juba and Chrysippus of Soli. Historical Not Skeptical
1.17.2 3 πρὸς δὲ τῷ γυμνασίῳ Θησέως ἐστὶν ἱερόν· Near the gymnasium is a sanctuary of Theseus. Historical Not Skeptical
1.17.2 4 γραφαὶ δέ εἰσι πρὸς Ἀμαζόνας Ἀθηναῖοι μαχόμενοι. Here are paintings depicting the Athenians in battle against the Amazons. Mythic Not Skeptical
1.17.2 5 πεποίηται δέ σφισιν ὁ πόλεμος οὗτος καὶ τῇ Ἀθηνᾷ ἐπὶ τῇ ἀσπίδι καὶ τοῦ Ὀλυμπίου Διὸς ἐπὶ τῷ βάθρῳ. This same conflict is depicted both on the shield of Athena and on the pedestal of Zeus Olympios. Mythic Not Skeptical
1.17.2 6 γέγραπται δὲ ἐν τῷ τοῦ Θησέως ἱερῷ καὶ ἡ Κενταύρων καὶ ἡ Λαπιθῶν μάχη· Θησεὺς μὲν οὖν ἀπεκτονώς ἐστιν ἤδη Κένταυρον, τοῖς δὲ ἄλλοις ἐξ ἴσου καθέστηκεν ἔτι ἡ μάχη. Painted also in the temple of Theseus is the battle between the Centaurs and Lapiths; Theseus himself is represented as having already slain a Centaur, while the struggle between the others remains evenly balanced. Mythic Not Skeptical
1.17.3 1 τοῦ δὲ τρίτου τῶν τοίχων ἡ γραφὴ μὴ πυθομένοις ἃ λέγουσιν οὐ σαφής ἐστι, τὰ μέν που διὰ τὸν χρόνον, τὰ δὲ Μίκων οὐ τὸν πάντα ἔγραψε λόγον. The painting on the third wall is not clear for those who have not heard the story, partly because of its age and partly because Mikon did not portray the entire narrative. Mythic Not Skeptical
1.17.3 2 Μίνως ἡνίκα Θησέα καὶ τὸν ἄλλον στόλον τῶν παίδων ἦγεν ἐς Κρήτην, ἐρασθεὶς Περιβοίας, ὥς οἱ Θησεὺς μάλιστα ἠναντιοῦτο, καὶ ἄλλα ὑπὸ ὀργῆς ἀπέρριψεν ἐς αὐτὸν καὶ παῖδα οὐκ ἔφη Ποσειδῶνος εἶναι, ἐπεὶ οὐ δύνασθαι τὴν σφραγῖδα, ἣν αὐτὸς φέρων ἔτυχεν, ἀφέντι ἐς θάλασσαν ἀνασῶσαί οἱ. It depicts Minos when he was taking Theseus and the rest of the band of youths to Crete. Mythic Not Skeptical
1.17.3 3 Μίνως μὲν λέγεται ταῦτα εἰπὼν ἀφεῖναι τὴν σφραγῖδα· Minos was enamored of Periboea, and since Theseus vehemently opposed him, Minos angrily cast various insults at him, declaring that he was not the son of Poseidon. Mythic Skeptical
1.17.3 4 Θησέα δὲ σφραγῖδά τε ἐκείνην ἔχοντα καὶ στέφανον χρυσοῦν, Ἀμφιτρίτης δῶρον, ἀνελθεῖν λέγουσιν ἐκ τῆς θαλάσσης. He said Theseus could not recover for him the seal-ring which Minos himself happened to be wearing, if he threw it into the sea. Mythic Skeptical
1.17.4 1 ἐς δὲ τὴν τελευτὴν τὴν Θησέως πολλὰ ἤδη καὶ οὐχ ὁμολογοῦντα εἴρηται· Regarding the death of Theseus, many different and contradictory accounts have already been told. Mythic Skeptical
1.17.4 2 δεδέσθαι τε γὰρ αὐτὸν λέγουσιν ἐς τόδε ἕως ὑφʼ Ἡρακλέους ἀναχθείη, πιθανώτατα δὲ ὧν ἤκουσα· For some say he remained imprisoned until rescued by Heracles. Mythic Not Skeptical
1.17.4 3 Θησεὺς ἐς Θεσπρωτοὺς ἐμβαλών, τοῦ βασιλέως τῶν Θεσπρωτῶν γυναῖκα ἁρπάσων, τὸ πολὺ τῆς στρατιᾶς οὕτως ἀπόλλυσι, καὶ αὐτός τε καὶ Πειρίθους--- Πειρίθους γὰρ καὶ τὸν γάμον σπεύδων ἐστράτευεν--- ἥλωσαν, But the most credible version I heard is this: Theseus, invading the land of the Thesprotians to seize the wife of their king, lost the greater part of his army and was himself captured, along with Pirithous—for he had marched into battle also eager to arrange a marriage for Pirithous. Mythic Skeptical
1.17.4 4 καὶ σφᾶς ὁ Θεσπρωτὸς δήσας εἶχεν ἐν Κιχύρῳ. The Thesprotian king bound them and held them captive at Cichyrus. Mythic Not Skeptical
1.17.5 1 γῆς δὲ τῆς Θεσπρωτίδος ἔστι μέν που καὶ ἄλλα θέας ἄξια, ἱερόν τε Διὸς ἐν Δωδώνῃ καὶ ἱερὰ τοῦ θεοῦ φηγός· In the land of Thesprotia there are indeed other sights worth seeing, notably the sanctuary of Zeus at Dodona and the sacred oak-tree of this god. Historical Not Skeptical
1.17.5 2 πρὸς δὲ τῇ Κιχύρῳ λίμνη τέ ἐστιν Ἀχερουσία καλουμένη καὶ ποταμὸς Ἀχέρων, ῥεῖ δὲ καὶ Κωκυτὸς ὕδωρ ἀτερπέστατον. Near Kichyros is a lake named Acherousia and the river Acheron; the Cocytus also flows there, a stream of most dismal water. Historical Not Skeptical
1.17.5 3 Ὅμηρός τέ μοι δοκεῖ ταῦτα ἑωρακὼς ἔς τε τὴν ἄλλην ποίησιν ἀποτολμῆσαι τῶν ἐν Ἅιδου καὶ δὴ καὶ τὰ ὀνόματα τοῖς ποταμοῖς ἀπὸ τῶν ἐν Θεσπρωτίδι θέσθαι. Homer, I believe, having himself seen these places, ventured in his poetry to describe the underworld and even adopted the names of these rivers from those in Thesprotia. Mythic Not Skeptical
1.17.5 4 τότε δὲ ἐχομένου Θησέως στρατεύουσιν ἐς Ἄφιδναν οἱ Τυνδάρεω παῖδες καὶ τήν τε Ἄφιδναν αἱροῦσι καὶ Μενεσθέα ἐπὶ βασιλείᾳ κατήγαγον· At that time, while Theseus was absent, the sons of Tyndareus marched against Aphidna, captured the town, and established Menestheus as king. Mythic Not Skeptical
1.17.6 1 Μενεσθεὺς δὲ τῶν μὲν παίδων τῶν Θησέως παρʼ Ἐλεφήνορα ὑπεξελθόντων ἐς Εὔβοιαν εἶχεν οὐδένα λόγον, Θησέα δέ, εἴ ποτε παρὰ Θεσπρωτῶν ἀνακομισθήσεται, δυσανταγώνιστον ἡγούμενος διὰ θεραπείας τὰ τοῦ δήμου καθίστατο, ὡς Θησέα ἀνασωθέντα ὕστερον ἀπωσθῆναι. Now Menestheus paid little heed to the sons of Theseus, as they had departed to Euboea to Elephenor. Mythic Not Skeptical
1.17.6 2 στέλλεται δὴ Θησεὺς παρὰ Δευκαλίωνα ἐς Κρήτην, ἐξενεχθέντα δὲ αὐτὸν ὑπὸ πνευμάτων ἐς Σκῦρον τὴν νῆσον λαμπρῶς περιεῖπον οἱ Σκύριοι κατὰ γένους δόξαν καὶ ἀξίωμα ὧν ἦν αὐτὸς εἰργασμένος· But fearing that Theseus himself might someday return from the Thesprotians, and judging him an opponent difficult to contest, he worked diligently to win the favor of the people so that, even if Theseus should indeed survive and return, he might still be thrust aside later. Mythic Not Skeptical
1.17.6 3 καί οἱ θάνατον Λυκομήδης διὰ ταῦτα ἐβούλευσεν. Theseus sailed to Deucalion in Crete, but winds drove him off course to the island of Skyros. Mythic Not Skeptical
1.17.6 4 ὁ μὲν δὴ Θησέως σηκὸς Ἀθηναίοις ἐγένετο ὕστερον ἢ Μῆδοι Μαραθῶνι ἔσχον, Κίμωνος τοῦ Μιλτιάδου Σκυρίους ποιήσαντος ἀναστάτους---δίκην δὴ τοῦ Θησέως θανάτου---καὶ τὰ ὀστᾶ κομίσαντος ἐς Ἀθήνας· Though the Skyrians welcomed him magnificently because of his family’s renown and the fame of his own deeds, yet Lycomedes plotted his death on that account. Historical Not Skeptical