δωδεκάτῃ δὲ ὕστερον
μετὰ Κᾶρα τὸν Φορωνέως γενεᾷ
λέγουσιν οἱ Μεγαρεῖς Λέλεγα ἀφικόμενον ἐξ Αἰγύπτου βασιλεῦσαι
καὶ τοὺς ἀνθρώπους κληθῆναι Λέλεγας ἐπὶ
τῆς ἀρχῆς αὐτοῦ· Κλήσωνος δὲ τοῦ Λέλεγος
γενέσθαι Πύλαν, τοῦ Πύλα δὲ Σκίρωνα· τοῦτον συνοικῆσαι Πανδίονος θυγατρί,
καὶ ὕστερον Νίσῳ τῷ Πανδίονος ἐς ἀμφισβήτησιν ἐλθεῖν περὶ
τῆς ἀρχῆς Σκίρωνα καί σφισιν Αἰακὸν δικάσαι, βασιλείαν μὲν διδόντα Νίσῳ
καὶ τοῖς ἀπογόνοις, Σκίρωνι δὲ ἡγεμονίαν
εἶναι πολέμου. Μεγαρέα δὲ τὸν Ποσειδῶνος θυγατρὶ Νίσου συνοικήσαντα Ἰφινόῃ διαδέξασθαι τὴν τοῦ Νίσου
φασὶν ἀρχήν· τὸν δὲ Κρητικὸν πόλεμον
καὶ τὴν ἐπὶ Νίσου βασιλεύοντος ἅλωσιν
τῆς πόλεως
οὐκ ἐθέλουσιν εἰδέναι.
Αἰακός
Αἴγυπτος
Κλήσων
Κρητικός (πόλεμος)
Κᾶρ
Λέλεγας
Λέλεγας
Λέλεγες
Μεγαρέας
Μεγαρεῖς
Νῖσος
Νῖσος
Πανδίων
Ποσειδῶν
Πύλας
Σκίρων
Φορωνεύς
Ἰφινόη
The Megarians say that twelve generations after Car, the son of Phoroneus, Lelex came from Egypt and became king, and that the people were named Leleges from him during his rule. Lelex had a son named Cleson, and from Cleson was born Pylas, and from Pylas, Sciron. This Sciron married the daughter of Pandion, and afterwards entered into a dispute with Nisus, son of Pandion, regarding the kingdom. Aeacus arbitrated between them, awarding the kingship to Nisus and his descendants, but assigning the military command to Sciron. Megareus, who married Iphinoë, the daughter of Nisus, succeeded him on the throne, according to tradition. However, the Megarians refuse to acknowledge the Cretan war and the capture of the city which took place during the reign of Nisus.