Κυνόρτα δὲ ἐγένετο Οἴβαλος. οὗτος Γοργοφόνην τε τὴν Περσέως γυναῖκα ἔσχεν ἐξ Ἄργους
καὶ παῖδα ἔσχε Τυνδάρεων, ᾧ περὶ
τῆς βασιλείας Ἱπποκόων ἠμφισβήτει
καὶ κατὰ πρεσβείαν ἔχειν ἠξίου τὴν ἀρχήν. προσλαβὼν δὲ Ἰκάριον
καὶ τοὺς στασιώτας παρὰ πολύ τε ὑπερεβάλετο δυνάμει Τυνδάρεων
καὶ ἠνάγκασεν ἀποχωρῆσαι δείσαντα,
ὡς μὲν Λακεδαιμόνιοί
φασιν, ἐς Πελλάναν, Μεσσηνίων δέ ἐστιν ἐς αὐτὸν
λόγος Τυνδάρεων φεύγοντα ἐλθεῖν
ὡς Ἀφαρέα ἐς τὴν Μεσσηνίαν εἶναί τε Ἀφαρέα τὸν Περιήρους ἀδελφὸν Τυνδάρεω
πρὸς μητρός·
καὶ οἰκῆσαί τε αὐτὸν
τῆς Μεσσηνίας
φασὶν ἐν Θαλάμαις
καὶ τοὺς παῖδας
ἐνταῦθα οἰκοῦντι αὐτῷ
γενέσθαι.
Γοργοφόνη
Θαλάμαι
Κυνόρτας
Λακεδαιμόνιοι
Μεσσήνιοι
Μεσσηνία
Οἴβαλος
Πέλλανα
Περιήρης
Περσεύς
Τυνδάρεως
Τυνδάρεως
Ἀφαρεύς
Ἄργος
Ἰκάριος
Ἱπποκόων
From Cynortas was born Oibalos. He married Gorgophone, the wife of Perseus, from Argos, and had a son Tyndareus. Hippocoön contended with this Tyndareus about the kingship, arguing that he had the stronger claim by birthright. Taking on his side Icarius and his followers, Hippocoön far surpassed Tyndareus in strength and compelled him to flee in fear. According to the Lacedaemonians, he withdrew to Pellana, but the Messenians have a different tradition concerning him; they say that when Tyndareus was driven into exile, he came to Aphareus in Messenia. Aphareus, the son of Perieres, was Tyndareus' maternal half-brother. They claim further that Tyndareus lived in Thalamae in Messenia, and that here, while he was residing there, his children were born.