Ἀρχελάου δὲ ἦν Τήλεκλος· ἐπὶ τούτου πόλεις Λακεδαιμόνιοι
τῶν περιοικίδων πολέμῳ κρατήσαντες ἐξεῖλον Ἀμύκλας
καὶ Φᾶριν
καὶ Γεράνθρας, ἐχόντων ἔτι Ἀχαιῶν. τούτων Φαρῖται
καὶ Γερανθρᾶται τὴν ἔφοδον
τῶν Δωριέων καταπλαγέντες ἀπελθεῖν ἐκ Πελοποννήσου συγχωροῦνται ὑπόσπονδοι· τοὺς δὲ Ἀμυκλαιεῖς
οὐκ ἐξ ἐπιδρομῆς ἐκβάλλουσιν, ἀλλὰ ἀντισχόντας τε ἐπὶ πολὺ τῷ πολέμῳ
καὶ ἔργα
οὐκ ἄδοξα ἐπιδειξαμένους. δηλοῦσι δὲ
καὶ οἱ Δωριεῖς τρόπαιον ἐπὶ τοῖς Ἀμυκλαιεῦσιν ἀναστήσαντες,
ὡς ἐν τῷ τότε λόγου
μάλιστα ἄξιον τοῦτο ὑπάρξαν σφίσιν.
οὐ πολλῷ δὲ ὕστερον τούτων ἀπέθανεν ὑπὸ Μεσσηνίων Τήλεκλος ἐν Ἀρτέμιδος ἱερῷ·
τὸ δὲ ἱερὸν τοῦτο ἐν μεθορίῳ
τῆς τε Λακωνικῆς
καὶ τῆς Μεσσηνίας ἐπεποίητο ἐν χωρίῳ καλουμένῳ Λίμναις.
Γεράνθραι
Γερανθρᾶται
Δωριεῖς
Δωριεῖς
Λίμναι
Λακεδαιμόνιοι
Λακωνική
Μεσσήνιοι
Μεσσηνία
Πελοπόννησος
Τήλεκλος
Φαρῖται
Φᾶρις
Ἀμυκλαιεῖς
Ἀμυκλαιεῖς
Ἀμύκλαι
Ἀρχέλαος
Ἀχαιοί
Ἄρτεμις
Teleklos was the son of Archelaos. During his reign, the Lacedaemonians defeated and captured cities of the Perioeci in war: Amyklai, Pharis, and Geranthrai, which were still occupied by the Achaeans. Of these, the Pharitai and Geranthratai, having been thoroughly alarmed by the Dorian invasion, agreed by treaty to depart from the Peloponnese. But the Amyklaians were not driven out by a sudden attack, but rather resisted the war for a long time and performed actions of no small fame. Indeed, the Dorians themselves demonstrated this point clearly by setting up a trophy commemorating their victory over the Amyklaians, thus proving that in those days this success was considered by them the most worthy of mention. Not long afterward, Teleklos was slain by the Messenians in the sanctuary of Artemis. This sanctuary was established on the border between Laconia and Messenia, in a place called Limnai.