ἀριθμὸς δὲ
τῶν Ἐλευθερολακώνων ὀκτὼ πόλεις
καὶ δέκα εἰσί, πρώτη μὲν καταβᾶσιν ἐξ Αἰγιῶν ἐπὶ θάλασσαν Γύθιον,
μετὰ δὲ αὐτὴν Τευθρώνη τε
καὶ Λᾶς
καὶ Πύρριχος, ἐπὶ Ταινάρῳ δὲ Καινήπολις Οἴτυλός τε
καὶ Λεῦκτρα
καὶ Θαλάμαι,
πρὸς δὲ Ἀλαγονία τε
καὶ Γερηνία· τὰ δὲ ἐπέκεινα Γυθίου
πρὸς θαλάσσῃ Ἀσωπὸς Ἀκριαὶ Βοιαὶ Ζάραξ Ἐπίδαυρος ἡ Λιμηρὰ Βρασιαὶ Γερόνθραι Μαριός. αὗται μὲν οὖν εἰσιν αἱ λοιπαὶ
τῶν Ἐλευθερολακώνων ἀπὸ τεσσάρων ποτὲ
καὶ εἴκοσι πόλεων· τὰς δὲ ἄλλας, ἐφʼ ἃς ἂν
καὶ αὐτὰς ὁ
λόγος ἐπέλθῃ δή
μοι, συντελούσας ἴστω
τις ἐς Σπάρτην
καὶ οὐχ ὁμοίως τοῖς προλεχθεῖσιν αὐτονόμους.
Αἰγίον
Βοιαί
Βρασιαί
Γερηνία
Γερόνθραι
Γύθιον
Γύθιον
Ζάραξ
Θαλάμαι
Καινήπολις
Λεῦκτρα
Λᾶς
Μαριός
Οἴτυλος
Πύρριχος
Σπάρτη
Ταίναρον
Τευθρώνη
Ἀκριαί
Ἀλαγονία
Ἀσωπός
Ἐλευθερολάκων
Ἐπίδαυρος Λιμηρά
The number of the Free Laconians amounts to eighteen cities. The first you encounter descending from Aigiai to the sea is Gythion; after this come Teuthrone, Las, and Pyrrhichos. On Taenarum are Kainépolis, Oitylos, Leuktra, and Thalamai; near these are Alagonia and Gerenia. Beyond Gythion towards the sea lie Asopos, Acriae, Boiai, Zarax, Epidaurus Limera, Brasiai, Geronthrai, and Marios. These are the remaining cities out of the original twenty-four Free Laconian settlements. As to the rest, which I may discuss in turn later, it should be understood that they were incorporated into Sparta and were not autonomous like those previously named.