τὸ μέντοι μήνιμα τὸ ἐκ τοῦ θεοῦ διέφυγεν οὔτε Μηνοφάνης οὔτε αὐτὸς Μιθριδάτης· ἀλλὰ Μηνοφάνην μὲν παραυτίκα,
ὡς ἀνήγετο ἐρημώσας τὴν Δῆλον, λοχήσαντες ναυσὶν οἱ διαπεφευγότες
τῶν ἐμπόρων καταδύουσι, Μιθριδάτην δὲ ὕστερον τούτων ἠνάγκασεν ὁ θεὸς αὐτόχειρα αὑτοῦ καταστῆναι,
τῆς τε ἀρχῆς οἱ καθῃρημένης
καὶ ἐλαυνόμενον πανταχόθεν ὑπὸ Ῥωμαίων· εἰσὶ δὲ οἵ
φασιν αὐτὸν παρά του
τῶν μισθοφόρων θάνατον βίαιον ἐν μέρει χάριτος εὕρασθαι.
Δῆλος
Μηνοφάνης
Μιθριδάτης
Ῥωμαῖοι
However, neither Menophanes nor Mithridates himself escaped the divine wrath. For soon afterward, as Menophanes sailed away after devastating Delos, merchants who had previously escaped laid an ambush for him with their ships and sank him. Mithridates too, later suffered divine vengeance and was compelled to take his own life, stripped of his empire and hunted down on every side by the Romans. Yet some claim that Mithridates met with violent death at the hands of one of his mercenaries, who thus granted him this final favor.