ἔστι δὲ ἐν τῇ Πυρρίχῳ φρέαρ ἐν τῇ ἀγορᾷ, δοῦναι δέ
σφισι τὸν Σιληνὸν νομίζουσι· σπανίζοιέν τʼ ἂν ὕδατος,
εἰ τὸ φρέαρ τοῦτο ἐπιλείποι. θεῶν δὲ ἐν τῇ γῇ σφισιν ἱερά ἐστιν Ἀρτέμιδός τε ἐπίκλησιν Ἀστρατείας,
ὅτι τῆς ἐς τὸ πρόσω στρατείας ἐνταῦθα ἐπαύσαντο Ἀμαζόνες,
καὶ Ἀπόλλων Ἀμαζόνιος· ξόανα μὲν ἀμφότερα, ἀναθεῖναι δὲ
λέγουσιν αὐτὰ τὰς ἀπὸ Θερμώδοντος γυναῖκας.
Θερμώδων
Πυρρίχη
Σειληνός
Ἀμαζόνες
Ἀπόλλων
Ἀστρατεία
Ἄρτεμις
In Pyrrhichus there is a well in the marketplace, which they believe Silenus gave them; indeed, they would suffer from lack of water, if this well should ever fail. Among the sanctuaries in their territory are one of Artemis, surnamed Astrateia (Warlike), so called because here the Amazons ended their further advance, and another of Apollo Amazonios. Both statues are wooden images, and the inhabitants say that the women from the Thermodon themselves dedicated these statues.