ἐν τοσούτῳ δὲ Ἀναξίλας παρὰ τοὺς Μεσσηνίους ἀπέστελλεν ἐς Ἰταλίαν καλῶν. ὁ δὲ Ἀναξίλας ἐτυράννει μὲν Ῥηγίου, τέταρτος δὲ ἀπόγονος ἦν Ἀλκιδαμίδου· μετῴκησε δὲ Ἀλκιδαμίδας ἐκ Μεσσήνης ἐς Ῥήγιον
μετὰ τὴν Ἀριστοδήμου τοῦ βασιλέως τελευτὴν
καὶ Ἰθώμης τὴν ἅλωσιν. οὗτος οὖν ὁ Ἀναξίλας τοὺς Μεσσηνίους μετεπέμπετο· ἐλθοῦσί τε ἔλεγεν ὡς Ζαγκλαῖοι διάφοροι μέν εἰσιν αὐτῷ,
χώραν δὲ εὐδαίμονα
καὶ πόλιν ἐν καλῷ τῆς Σικελίας ἔχουσιν, ἃ
δὴ σφίσιν ἐθέλειν ἔφη συγκατεργασάμενος δοῦναι. προσεμένων δὲ τὸν
λόγον, οὕτως Ἀναξίλας διεβίβασεν ἐς Σικελίαν αὐτούς.
Ζάγκλαιοι
Μεσσήνη
Μεσσήνιοι
Σικελία
Σικελία
Ἀλκιδαμίδης
Ἀλκιδαμίδης
Ἀναξίλας
Ἀριστοδήμος
Ἰθώμη
Ἰταλία
Ῥήγιον
Ῥήγιον
Meanwhile, Anaxilas sent messages to the Messenians, inviting them to Italy. This Anaxilas was tyrant of Rhegium and a fourth-generation descendant of Alcidamidas. Now, Alcidamidas had migrated from Messene to Rhegium following the death of King Aristodemus and the capture of Ithome. Thus Anaxilas now called the Messenians to himself, and after their arrival he told them that although the Zanclaeans were hostile to him, they possessed a fertile region and a city excellently situated in Sicily, all of which he desired to hand over to them if together they could seize it. Persuaded by his proposal, the Messenians were thus ferried across to Sicily by Anaxilas.