Πύρρου δὲ τοῦ Πανταλέοντος
μετὰ Δαμοφῶντα τὸν ἀδελφὸν βασιλεύσαντος Πισαῖοι πόλεμον ἑκούσιον ἐπανείλοντο Ἠλείοις, συναπέστησαν δέ σφισιν ἀπὸ Ἠλείων Μακίστιοι
καὶ Σκιλλούντιοι, οὗτοι μὲν ἐκ τῆς Τριφυλίας,
τῶν δὲ ἄλλων περιοίκων Δυσπόντιοι· τούτοις
καὶ μάλιστα ἐς τοὺς Πισαίους οἰκεῖα ἦν,
καὶ οἰκιστὴν Δυσποντέα
γενέσθαι σφίσιν Οἰνομάου παῖδα ἐμνημόνευον. Πισαίους μὲν
δὴ καὶ ὅσοι τοῦ πολέμου Πισαίοις μετέσχον, ἐπέλαβεν ἀναστάτους ὑπὸ Ἠλείων
γενέσθαι·
Δαμοφῶν
Δυσπόντιοι
Μακίστιοι
Οἰνόμαος
Πανταλέων
Πισαῖοι
Πισαῖοι
Πύρρος
Σκιλλούντιοι
Τριφυλία
Ἠλεῖοι
Ἠλεῖοι
When Pyrrhus son of Pantaleon was king, succeeding his brother Damophon, the people of Pisa willingly took up war against the Eleans. The inhabitants of Makistos and Skillous from Triphylia joined their revolt against Elis, as did also the Dyspontians from among the other neighboring peoples. The Dyspontians, more than any others, had a close affinity with the Pisans, and used to recall that Dysponteus, their founder, was said to have been a son of Oinomaos. As for the Pisans and all those who had shared with them in the war, they were subsequently driven from their homes by the Eleans.