τούτου δὲ τοῦ τεμένους ἐστὶ
καὶ ἄλλα τοῖς Πατρεῦσιν ἱερά· πεποίηται δὲ ταῦτα
οὐκ ἐν ὑπαίθρῳ, ἀλλὰ ἔσοδος ἐς αὐτὰ διὰ
τῶν στοῶν ἐστι. τὸ μὲν
δὴ ἄγαλμα τοῦ Ἀσκληπιοῦ, πλὴν ἐσθῆτος, λίθου τὰ ἄλλα· Ἀθηνᾶ δὲ ἐλέφαντος εἴργασται
καὶ χρυσοῦ. πρὸ δὲ
τῆς Ἀθηνᾶς τοῦ ἱεροῦ Πρευγένους μνῆμά ἐστιν· ἐναγίζουσι δὲ
καὶ τῷ Πρευγένει κατὰ ἔτος, ὡσαύτω; δὲ
καὶ Πατρεῖ, τὴν ἑορτὴν τῇ Λιμνάτιδι ἄγοντες. τοῦ θεάτρου δὲ
οὐ πόρρω Νεμέσεως ναὸς
καὶ ἕτερός ἐστιν Ἀφροδίτης· μεγέθει μεγάλα λίθου λευκοῦ τὰ ἀγάλματα.
Λιμνάτις
Νέμεσις
Πάτραι
Πάτραι
Πρευγένης
Πρευγένης
Ἀθηνᾶ
Ἀθηνᾶ
Ἀσκληπιός
Ἀφροδίτη
Within this precinct, the Patrenses possess also other sacred shrines; these are not placed in the open air, but one approaches them through porticoes. The statue of Asklepios is entirely of stone except the garments; Athena is fashioned from ivory and gold. In front of the temple of Athena is the tomb of Preugenes, and they offer solemn sacrifices annually to Preugenes, as they do also to Patreus, celebrating the feast dedicated to Limnatis. Not far from the theater are a shrine of Nemesis and another of Aphrodite; both statues are large in size and made of white marble.