ἔστι δὲ ἐν τῇ μοίρᾳ ταύτῃ λόφος
πρὸς ἀνίσχοντα ἥλιον
καὶ Ἀγροτέρας ἐν αὐτῷ ναὸς Ἀρτέμιδος, ἀνάθημα Ἀριστοδήμου
καὶ τοῦτο.
τῆς δὲ Ἀγροτέρας ἐστὶν ἐν δεξιᾷ τέμενος·
ἐνταῦθα ἔστι μὲν ἱερὸν Ἀσκληπιοῦ
καὶ ἀγάλματα αὐτός τε
καὶ Ὑγεία, εἰσὶ δὲ ὑποκαταβάντι ὀλίγον θεοὶ--- παρέχονται δὲ
καὶ οὗτοι σχῆμα τετράγωνον, Ἐργάται δέ ἐστιν αὐτοῖς ἐπίκλησις---Ἀθηνᾶ τε Ἐργάνη
καὶ Ἀπόλλων Ἀγυιεύς· τῷ δὲ Ἑρμῇ
καὶ Ἡρακλεῖ
καὶ Εἰλειθυίᾳ πρόσεστιν ἐξ ἐπῶν
τῶν Ὁμήρου φήμη, τῷ μὲν Διός τε αὐτὸν διάκονον
εἶναι καὶ ὑπὸ τὸν Ἅιδην ἄγειν
τῶν ἀπογινομένων τὰς ψυχάς, Ἡρακλεῖ δὲ
ὡς πολλούς τε
καὶ χαλεποὺς τελέσειεν ἄθλους· Εἰλειθυίᾳ δὲ ἐποίησεν ἐν Ἰλιάδι ὠδῖνας γυναικῶν μέλειν.
Εἰλείθυια
Ζεύς
Ἀγροτέρα
Ἀγυιεύς
Ἀθηνᾶ
Ἀπόλλων
Ἀριστόδημος
Ἀσκληπιός
Ἄρτεμις
Ἅιδης
Ἐργάνη
Ἐργάται
Ἑρμῆς
Ἡρακλῆς
Ἰλιάς
Ὅμηρος
Ὑγεία
In this part there is a hill facing the rising sun, and on it is a temple to Artemis Agrotera, also dedicated by Aristodemus. On the right of Artemis Agrotera is a sacred precinct; there stands a sanctuary of Asclepius containing statues of himself and Hygieia. Slightly lower down there are gods—these also made in square form—nicknamed Ergatai ("Workers"), as well as Athena Ergane and Apollo Agyieus. Hermes, Heracles, and Eileithyia have traditions derived from the verses of Homer: Hermes is said to serve Zeus as his messenger and to bring the souls of those who have died down into Hades; Heracles is famed for having accomplished many difficult labors; and Homer in the Iliad made Eileithyia responsible for the pains of women in childbirth.