εἰσὶν οὖν ἐς Ἀρκαδίαν ἐσβολαὶ κατὰ τὴν Ἀργείαν
πρὸς μὲν Ὑσιῶν
καὶ ὑπὲρ τὸ ὄρος τὸ Παρθένιον ἐς τὴν Τεγεατικήν,
δύο δὲ ἄλλαι κατὰ Μαντίνειαν διά τε Πρίνου καλουμένης
καὶ διὰ Κλίμακος. αὕτη δὲ εὐρυτέρα τέ ἐστι
καὶ ἡ κάθοδος εἶχεν αὕτη βασμίδας ποτὲ ἐμπεποιημένας· ὑπερβαλόντων δὲ τὴν Κλίμακα χωρίον ἐστὶν ὀνομαζόμενον Μελαγγεῖα,
καὶ τὸ ὕδωρ αὐτόθεν τὸ πότιμον Μαντινεῦσι κάτεισιν ἐς τὴν πόλιν.
Κλίμαξ
Μαντίνεια
Μαντινεύς
Μελαγγεῖα
Παρθένιον
Πρῖνος
Τεγεάτις
Ἀργεία
Ἀρκαδία
Ὑσιῶς
Thus, there are routes into Arcadia from Argive territory, one near Hysiae and over Mount Parthenion into Tegean land, and two others leading into Mantineia, one through the place called Prinus and another through the path called Klimax ("The Ladder"). Of these latter two, the route of Klimax is wider, and this descent once had steps constructed into it. After passing beyond Klimax, there is a region called Melangeia, from which drinking water flows down to the city for the Mantineans.