Pausanias Analysis

Word-level lemma forms extracted for each sentence

Chapter 10.25

PassageSentenceGreekEnglishLemma FormsMissing
10.25.1 1 ὑπὲρ δὲ τὴν Κασσοτίδα ἐστὶν οἴκημα γραφὰς ἔχον τῶν Πολυγνώτου, ἀνάθημα μὲν Κνιδίων. Above the Cassotis there is a building containing paintings by Polygnotus, dedicated by the people of Cnidus. ὑπέρ δέ ὁ κασσοτίς εἰμί οἴκημα γραφή ἔχω ὁ Πολύγνωτος ἀνάθημα μέν Κνίδιος 0
10.25.1 2 καλεῖται δὲ ὑπὸ Δελφῶν Λέσχη, ὅτι ἐνταῦθα συνιόντες τὸ ἀρχαῖον τά τε σπουδαιότερα διελέγοντο καὶ ὁπόσα μυθώδη· This structure is called the Lesche by the Delphians, because originally people gathered here and discussed serious matters and also such topics as myths. καλέω δέ ὑπό Δελφοί λέσχη ὅτι ἐνταῦθα σύνειμι ὁ ἀρχαῖος ὁ τε σπουδαῖος διαλέγομαι καί ὁπόσος μυθώδης 0
10.25.1 3 τοιαῦτʼ εἶναι πολλὰ ἀνὰ πᾶσαν τὴν Ἑλλάδα Ὅμηρος ἐν Μελανθοῦς λοιδορίᾳ πρὸς Ὀδυσσέα ἐδήλωσεν· Homer shows that similar meeting-places existed throughout Greece, when Melanthius reproaches Odysseus, saying: τοιοῦτος εἰμί πολύς ἀνά πᾶς ὁ Ἑλλάς Ὅμηρος ἐν Μελανθοῦς λοιδορία πρός Ὀδυσσεύς δηλόω 0
10.25.1 4 οὐδʼ ἐθέλεις εὕδειν χαλκήιον ἐς δόμον ἐλθὼν ἠέ που ἐς λέσχην, ἀλλʼ ἐνθάδε πόλλʼ ἀγορεύεις. "You will not go to sleep in the smithy nor in some meeting-hall, but here you remain, endlessly speaking aloud." οὐδέ ἐθέλω εὕδω χαλκήϊον εἰς δόμος ἔρχομαι ἤ πού εἰς λέσχη ἀλλά ἐνθάδε πολύς ἀγορεύω 0
10.25.1 5 Hom. Od. 18.328 (Homer, Odyssey 18.328) 0
10.25.2 1 ἐς τοῦτο οὖν ἐσελθόντι τὸ οἴκημα τὸ μὲν σύμπαν τὸ ἐν δεξιᾷ τῆς γραφῆς Ἴλιός τέ ἐστιν ἑαλωκυῖα καὶ ἀπόπλους ὁ Ἑλλήνων. Upon entering this building, the whole scene depicted on the right side shows Ilium after its fall and the departure of the Greeks. εἰς οὗτος οὖν εἰσέρχομαι ὁ οἴκημα ὁ μέν σύμπας ὁ ἐν δεξιός ὁ γραφή Ἴλιος τε εἰμί ἁλίσκομαι καί ἀπόπλους ὁ Ἕλλην 0
10.25.2 2 Μενελάῳ δὲ τὰ ἐς τὴν ἀναγωγὴν εὐτρεπίζουσι, καὶ ναῦς ἐστι γεγραμμένη καὶ ἄνδρες ἐν τοῖς ναύταις καὶ ἀναμὶξ παῖδες, They are preparing for the voyage of Menelaus, and there is painted a ship with sailors and, mingled among them, boys as well. Μενέλαος δέ ὁ εἰς ὁ ἀναγωγή εὐτρεπίζω καί ναῦς εἰμί γράφω καί ἀνήρ ἐν ὁ ναύτης καί ἀναμίξ παῖς 0
10.25.2 3 ἐν μέσῃ δέ ἐστι τῇ νηὶ ὁ κυβερνήτης Φρόντις κοντοὺς δύο ἔχων. In the center of the ship stands the pilot, Phrontis, holding two boat-hooks. ἐν μέσος δέ εἰμί ὁ ναῦς ὁ κυβερνήτης φροντίς κοντός δύο ἔχω 0
10.25.2 4 Ὅμηρος δὲ Νέστορα ἐποίησεν ἄλλα τε διαλεγόμενον πρὸς Τηλέμαχον καὶ περὶ τοῦ Φρόντιδος· πατρὸς μὲν Ὀνήτορος, Μενελάου δὲ ἦν κυβερνήτης, δοκιμώτατος δὲ ἐς τὴν τέχνην, καὶ ὡς Σούνιον ἤδη τὸ ἐν τῇ Ἀττικῇ παραπλέοντα ἐπέλαβεν αὐτὸν τὸ χρεών· Homer has Nestor speaking to Telemachus about several matters, among them the story of Phrontis, the son of Onetor, who was pilot to Menelaus and renowned above all others for his skill; death overtook him as he was sailing past Sounion in Attica. Ὅμηρος δέ Νέστωρ ποιέω ἄλλος τε διαλέγομαι πρός Τηλέμαχος καί περί ὁ φροντίς πατήρ μέν ὀνήτωρ Μενέλαος δέ εἰμί κυβερνήτης δόκιμος δέ εἰς ὁ τέχνη καί ὡς Σούνιον ἤδη ὁ ἐν ὁ Ἀττική παραπλέω ἐπιλαμβάνω αὐτός ὁ χρεών 0
10.25.2 5 καὶ τέως ὁμοῦ Νέστορι ὁ Μενέλαος πλέων τότε κατὰ αἰτίαν ἀπελείφθη ταύτην, ἵνα μνήματος καὶ ὅσα ἐπὶ νεκροῖς ἄλλα ἀξιώσειε τὸν Φρόντιν. And Menelaus was sailing in company with Nestor until he was forced to remain behind due to this very matter, so that he might honor Phrontis properly with a tomb and all other rituals befitting the dead. καί τέως ὁμοῦ Νέστωρ ὁ Μενέλαος πλείων τότε κατά αἰτία ἀπολείπω οὗτος ἵνα μνῆμα καί ὅσος ἐπί νεκρός ἄλλος ἀξιόω ὁ φρόντις 0
10.25.3 1 οὗτός τε οὖν ἐν τοῦ Πολυγνώτου τῇ γραφῇ καὶ ὑπʼ αὐτὸν Ἰθαιμένης τέ τις κομίζων ἐσθῆτα καὶ Ἐχοίαξ διὰ τῆς ἀποβάθρας κατιών ἐστιν, ὑδρίαν ἔχων χαλκῆν. This man, therefore, is depicted in Polygnotus' painting, and below him is a certain Ithaemenes carrying clothing, and Echöiax descending a ladder, holding a bronze pitcher. οὗτος τε οὖν ἐν ὁ Πολύγνωτος ὁ γραφή καί ὑπό αὐτός Ἰθαιμένης τε τις κομίζω ἐσθής καί Ἐχοίαξ διά ὁ ἀποβάθρα κάτειμι εἰμί ὑδρία ἔχω χαλκοῦς 0
10.25.3 2 καταλύουσι δὲ καὶ τοῦ Μενελάου τὴν σκηνὴν οὐ πόρρω τῆς νεὼς οὖσαν Πολίτης καὶ Στρόφιός τε καὶ Ἄλφιος. Nearby, Polites, Strophius, and Alphius dismantle Menelaus' tent, situated not far from the ship. καταλύω δέ καί ὁ Μενέλαος ὁ σκηνή οὐ πόρρω ὁ νεώς εἰμί πολίτης καί στρόφιος τε καί ἄλφιτος 0
10.25.3 3 καὶ ἄλλην διαλύων σκηνήν ἐστιν Ἀμφίαλος, ὑπὸ δὲ τοῦ Ἀμφιάλου τοῖς ποσὶ κάθηται παῖς· Amphialus, too, is shown taking down another tent, and at Amphialus' feet sits a youth. καί ἄλλος διαλύω σκηνή εἰμί ἀμφίαλος ὑπό δέ ὁ ἀμφίαλος ὁ πούς κάθημαι παῖς 0
10.25.3 4 ἐπίγραμμα δὲ οὐκ ἔστι τῷ παιδί, γένεια δὲ μόνῳ τῷ Φρόντιδι. There is no inscription identifying this youth, and Phrontis alone is represented with a beard. ἐπίγραμμα δέ οὐ εἰμί ὁ παῖς γένειον δέ μόνος ὁ φροντίς 0
10.25.3 5 καὶ μόνου τούτου τὸ ὄνομα ἐκ τῆς ἐς Ὀδυσσέα ποιήσεως ἔμαθε, τῶν δὲ ἄλλων ἐμοὶ δοκεῖν τὰ ὀνόματα συνέθηκεν αὐτὸς ὁ Πολύγνωτος. Only his name have I learned from the verses concerning Odysseus; it seems to me that Polygnotus himself invented the names of the others. καί μόνος οὗτος ὁ ὄνομα ἐκ ὁ εἰς Ὀδυσσεύς ποίησις μανθάνω ὁ δέ ἄλλος ἐγώ δοκέω ὁ ὄνομα συντίθημι αὐτός ὁ πολύγνωτος 0
10.25.4 1 Βρισηὶς δὲ ἑστῶσα καὶ Διομήδη τε ὑπὲρ αὐτῆς καὶ Ἶφις πρὸ ἀμφοτέρων ἐοίκασιν ἀνασκοπούμενοι τὸ Ἑλένης εἶδος. Briseïs stands there, and Diomede stands above her, and Iphis before both of them; they are portrayed as examining the beauty of Helen. Βρισηίς δέ ἵστημι καί Διομήδης τε ὑπέρ αὐτός καί ἶφις πρό ἀμφότεροι ἔοικα ἀνασκοπέομαι ὁ Ἑλένη εἶδος 0
10.25.4 2 κάθηται δὲ αὐτή τε ἡ Ἑλένη καὶ Εὐρυβάτης πλησίον· Helen herself is seated, with Eurybates near her. κάθημαι δέ αὐτός τε ὁ Ἑλένη καί Εὐρυβάτης πλησίον 0
10.25.4 3 τὸν δὲ Ὀδυσσέως εἶναι κήρυκα εἰκάζομεν, οὐ μὴν εἶχεν ἤδη γένεια. We conjecture this Eurybates to be the herald of Odysseus, though he does not yet have a beard. ὁ δέ Ὀδυσσεύς εἰμί κῆρυξ εἰκάζω οὐ μήν ἔχω ἤδη γένειον 0
10.25.4 4 θεράπαινα δὲ Ἠλέκτρα καὶ Πανθαλίς, ἡ μὲν τῇ Ἑλένῃ παρέστηκεν, ἡ δὲ ὑποδεῖ τὴν δέσποιναν ἡ Ἠλέκτρα· The servant women Elektra and Panthalis are also present; Panthalis stands beside Helen, and Elektra is putting sandals on her mistress. θεράπαινα δέ Ἠλέκτρα καί Πανθαλίς ὁ μέν ὁ Ἑλένη παρίστημι ὁ δέ ὑποδέω ὁ δέσποινα ὁ Ἠλέκτρα 0
10.25.4 5 διάφορα δὲ καὶ ταῦτα τὰ ὀνόματα ἢ Ὅμηρος ἔθετο ἐν Ἰλιάδι, ἔνθα καὶ Ἑλένην καὶ ἰούσας ὁμοῦ τῇ Ἑλένῃ τὰς δούλας ἐπὶ τὸ τεῖχος πεποίηκεν. These names, however, differ from those Homer assigns in the Iliad, where he describes Helen and her handmaidens going up to the wall together. διάφορος δέ καί οὗτος ὁ ὄνομα ἤ Ὅμηρος τίθημι ἐν Ἰλιάς ἔνθα καί Ἑλένη καί ἰούσα ὁμοῦ ὁ Ἑλένη ὁ δούλη ἐπί ὁ τεῖχος ποιέω 0
10.25.5 1 κάθηται δὲ ὑπὲρ τὴν Ἑλένην πορφυροῦν ἀνὴρ ἀμπεχόμενος ἱμάτιον καὶ ἐς τὰ μάλιστα κατηφής· Above Helen sits a man draped with a purple cloak, appearing exceedingly sorrowful. κάθημαι δέ ὑπέρ ὁ Ἑλένη πορφυροῦς ἀνήρ ἀμπέχομαι ἱμάτιον καί εἰς ὁ μάλιστα κατηφής 0
10.25.5 2 Ἕλενον εἶναι τεκμήραιο ἂν τὸν Πριάμου καὶ πρὶν ἢ καὶ τὸ ἐπίγραμμα ἐπιλέξασθαι. You might guess him to be Helenus, the son of Priam, even before reading the inscribed epitaph. Ἕλενος εἰμί τεκμαίρομαι ἄν ὁ Πρίαμος καί πρίν ἤ καί ὁ ἐπίγραμμα ἐπιλέγομαι 0
10.25.5 3 πλησίον δὲ τοῦ Ἑλένου Μέγης ἐστί· Next to Helenus stands Meges. πλησίον δέ ὁ Ἑλένος μέγας εἰμί 0
10.25.5 4 τέτρωται δὲ τὸν βραχίονα ὁ Μέγης, καθὰ δὴ καὶ Λέσχεως ὁ Αἰσχυλίνου Πυρραῖος ἐν Ἰλίου πέρσιδι ἐποίησε· Meges is wounded in his arm, as described by Lescheos, son of Aeschylinus, of Pyrrha, in his "Sack of Troy." τετραόω δέ ὁ βραχίων ὁ μέγας καθά δή καί λέσχη ὁ Αἰσχύλινος πυρραῖος ἐν Ἴλιον πέρσις ποιέω 0
10.25.5 5 τρωθῆναι δὲ ὑπὸ τὴν μάχην τοῦτον, ἣν ἐν τῇ νυκτὶ ἐμαχέσαντο οἱ Τρῶες, ὑπὸ Ἀδμήτου φησὶ τοῦ Αὐγείου. Lescheos says that Meges was wounded by Admetus, son of Augeias, during the battle the Trojans waged by night. τρώγω δέ ὑπό ὁ μάχη οὗτος ὅς ἐν ὁ νύξ μάχομαι ὁ Τρῶες ὑπό ἀδμήτη φημί ὁ Αὐγείης 0
10.25.6 1 γέγραπται δὲ καὶ Λυκομήδης παρὰ τὸν Μέγητα ὁ Κρέοντος, ἔχων τραῦμα ἐπὶ τῷ καρπῷ· Lycomedes is also depicted near Meges, son of Creon, with a wound on his wrist. γράφω δέ καί Λυκομήδης παρά ὁ μέγας ὁ κρέων ἔχω τραῦμα ἐπί ὁ καρπός 0
10.25.6 2 Λέσχεως δʼ οὕτω φησὶν αὐτὸν ὑπὸ Ἀγήνορος τρωθῆναι. According to Lescheos, he was wounded by Agenor. λέσχη δέ οὕτως φημί αὐτός ὑπό ἀγήνωρ τρώγω 0
10.25.6 3 δῆλα οὖν ὡς ἄλλως γε οὐκ ἂν ὁ Πολύγνωτος ἔγραψεν οὕτω τὰ ἕλκη σφίσιν, εἰ μὴ ἐπελέξατο τὴν ποίησιν τοῦ Λέσχεω· It is thus evident that Polygnotus would not have represented their wounds in such detail if he had not closely followed the poem of Lescheos. δῆλος οὖν ὡς ἄλλως γε οὐ ἄν ὁ πολύγνωτος γράφω οὕτως ὁ ἕλκη σφεῖς εἰ μή ἐπιλέγομαι ὁ ποίησις ὁ λέσχη 0
10.25.6 4 προσεπέθηκε μέντοι καὶ σφυροῦ τῷ Λυκομήδει καὶ τρίτον τραῦμα ἐν τῇ κεφαλῇ. Polygnotus, however, added further injuries to Lycomedes: one wound on the ankle and another—the third—upon his head. προσεπιτίθημι μέντοι καί σφυρόν ὁ Λυκομήδης καί τρίτος τραῦμα ἐν ὁ κεφαλή 0
10.25.6 5 τέτρωται δὲ καὶ Εὐρύαλος ὁ Μηκιστέως κεφαλήν τε καὶ ἐπὶ τῇ χειρὶ τὸν καρπόν. Euryalus, son of Mecisteus, is also portrayed wounded in the head and on the wrist of his hand. τετραόω δέ καί Εὐρύαλος ὁ Μηκιστεύς κεφαλή τε καί ἐπί ὁ χείρ ὁ καρπός 0
10.25.7 1 οὗτοι μὲν δὴ ἀνωτέρω τῆς Ἑλένης εἰσὶν ἐν τῇ γραφῇ· These figures, then, are painted above Helen. οὗτος μέν δή ἀνωτέρω ὁ Ἑλένη εἰμί ἐν ὁ γραφή 0
10.25.7 2 ἐφεξῆς δὲ τῇ Ἑλένῃ μήτηρ τε ἡ Θησέως ἐν χρῷ κεκαρμένη καὶ παίδων τῶν Θησέως Δημοφῶν ἐστι φροντίζων, ὅσα γε ἀπὸ τοῦ σχήματος, εἰ ἀνασώσασθαί οἱ τὴν Αἴθραν ἐνέσται. Next beside Helen is the mother of Theseus, depicted with close-cropped hair, and Demophon, one of the sons of Theseus, who appears deep in thought, at least judging by his posture, considering whether or not it might be possible to rescue Aethra. ἐφεξῆς δέ ὁ Ἑλένη μήτηρ τε ὁ Θησεύς ἐν χρώς κειρόμαι καί παῖς ὁ Θησεύς Δημοφῶν εἰμί φροντίζω ὅσος γε ἀπό ὁ σχῆμα εἰ ἀνασῴζω ὁ ὁ αἴθρα ἐνίστημι 0
10.25.7 3 Ἀργεῖοι δὲ καὶ ἐκ τῆς Σίνιδος θυγατρὸς γενέσθαι Θησεῖ Μελάνιππον λέγουσι, καὶ ὡς ἀνέλοιτο ὁ Μελάνιππος δρόμου νίκην, ὅτε οἱ Ἐπίγονοι καλούμενοι Νέμεια δεύτεροι οὗτοι ἔθεσαν μετὰ Ἄδραστον. The Argives relate that Theseus had a son named Melanippus by the daughter of Sinis; and they recount that Melanippus was victorious in the footrace at the games established by the Epigoni, the second Nemean Games, first instituted by Adrastus. Ἀργεῖος δέ καί ἐκ ὁ σίνις θυγάτηρ γίγνομαι Θησεύς Μελάνιππος λέγω καί ὡς ἀναιρέω ὁ Μελάνιππος δρόμος νίκη ὅτε ὁ ἐπίγονος καλέω Νέμεια δεύτερος οὗτος τίθημι μετά Ἄδραστος 0
10.25.8 1 Λέσχεως δὲ ἐς τὴν Αἴθραν ἐποίησεν, ἡνίκα ἡλίσκετο Ἴλιον, ὑπεξελθοῦσαν ἐς τὸ στρατόπεδον αὐτὴν ἀφικέσθαι τὸ Ἑλλήνων καὶ ὑπὸ τῶν παίδων γνωρισθῆναι τῶν Θησέως, καὶ ὡς παρʼ Ἀγαμέμνονος αἰτήσαι Δημοφῶν αὐτήν· But Lescheos depicted Aethra, at the moment Troy was being captured, slipping away and reaching the Greek encampment, where she was recognized by the sons of Theseus. λέσχη δέ εἰς ὁ αἴθρα ποιέω ἡνίκα ἁλίσκομαι Ἴλιον ὑπεξέρχομαι εἰς ὁ στρατόπεδον αὐτός ἀφικνέομαι ὁ Ἕλλην καί ὑπό ὁ παῖς γνωρίζω ὁ Θησεύς καί ὡς παρά Ἀγαμέμνων αἰτέω Δημοφῶν αὐτός 0
10.25.8 2 ὁ δὲ ἐκείνῳ μὲν ἐθέλειν χαρίζεσθαι, ποιήσειν δὲ οὐ πρότερον ἔφη πρὶν Ἑλένην πεῖσαι· He showed how Demophon asked Agamemnon for her, and how Agamemnon indicated he wished to grant Demophon this favor, yet stated he would not do so before securing Helen's consent. ὁ δέ ἐκεῖνος μέν ἐθέλω χαρίζομαι ποιέω δέ οὐ πρότερον φημί πρίν Ἑλένη πείθω 0
10.25.8 3 ἀποστείλαντι δὲ αὐτῷ κήρυκα ἔδωκεν Ἑλένη τὴν χάριν. Accordingly, he sent a herald to Helen, and she granted the request. ἀποστέλλω δέ αὐτός κῆρυξ δίδωμι Ἑλένη ὁ χάρις 0
10.25.8 4 ἔοικεν οὖν ὁ Εὐρυβάτης ὁ ἐν τῇ γραφῇ ἀφῖχθαί τε ὡς τὴν Ἑλένην τῆς Αἴθρας ἕνεκα καὶ τὰ ἐντεταλμένα ὑπὸ τοῦ Ἀγαμέμνονος ἀπαγγέλλειν. Thus, Eurybates, as portrayed in the painting, seems to have come to Helen on account of Aethra, declaring the instructions which Agamemnon had given him. ἔοικα οὖν ὁ Εὐρυβάτης ὁ ἐν ὁ γραφή ἀφικνέομαι τε ὡς ὁ Ἑλένη ὁ αἴθρα ἕνεκα καί ὁ ἐντέλλω ὑπό ὁ Ἀγαμέμνων ἀπαγγέλλω 0
10.25.9 1 γυναῖκες δὲ αἱ Τρῳάδες αἰχμαλώτοις τε ἤδη καὶ ὀδυρομέναις ἐοίκασι. The Trojan women appear here as though already captives and lamenting their fate. γυνή δέ ὁ Τρῳάς αἰχμάλωτος τε ἤδη καί ὀδυρόμενος ἔοικα 0
10.25.9 2 γέγραπται μὲν Ἀνδρομάχη, καὶ ὁ παῖς οἱ προσέστηκεν ἑλόμενος τοῦ μαστοῦ---τούτῳ Λέσχεως ῥιφθέντι ἀπὸ τοῦ πύργου συμβῆναι λέγει τὴν τελευτήν· οὐ μὴν ὑπὸ δόγματός γε Ἑλλήνων, ἀλλʼ ἰδίᾳ Νεοπτόλεμον αὐτόχειρα ἐθελῆσαι γενέσθαι---. Among them is represented Andromache, and by her side stands her child clinging to her breast—Lescheos says this child was cast down from the wall and thus met his death; this act was not performed by decree of the Greeks, but by Neoptolemus, willingly, by his own hand. γράφω μέν Ἀνδρομάχη καί ὁ παῖς ὁ προσΐστημι αἱρέομαι ὁ μαστός οὗτος λέσχη ῥίπτω ἀπό ὁ πύργος συμβαίνω λέγω ὁ τελευτή οὐ μήν ὑπό δόγμα γε Ἕλλην ἀλλά ἰδίᾳ Νεοπτόλεμος αὐτόχειρ ἐθέλω γίγνομαι 0
10.25.9 3 γέγραπται δὲ Μηδεσικάστη, θυγατέρων μὲν Πριάμου καὶ αὕτη τῶν νόθων, ἐξῳκίσθαι δὲ ἐς Πήδαιον πόλιν φησὶν αὐτὴν Ὅμηρος Ἰμβρίῳ Μέντορος παιδὶ ἀνδρὶ ἐς Πήδαιον συνοικοῦσαν. Also depicted is Medesicaste, who was likewise one of Priam's illegitimate daughters; Homer says that she departed for the city of Pedaeum to dwell there as the wife of Imbrius, son of Mentor. γράφω δέ Μηδεσικράτης θυγάτηρ μέν Πρίαμος καί οὗτος ὁ νόθος ἐξοικίζω δέ εἰς Πήδαιον πόλις φημί αὐτός Ὅμηρος Ἴμβριος Μέντωρ παῖς ἀνήρ εἰς Πήδαιον συνοικέω 0
10.25.10 1 ἡ μὲν δὴ Ἀνδρομάχη καὶ ἡ Μηδεσικάστη καλύμματά εἰσιν ἐπικείμεναι, Πολυξένη δὲ κατὰ τὰ εἰθισμένα παρθένοις ἀναπέπλεκται τὰς ἐν τῇ κεφαλῇ τρίχας· Andromache and Medesicaste are depicted wearing veils on their heads, while Polyxena’s hair is arranged in the manner customary for maidens. ὁ μέν δή Ἀνδρομάχη καί ὁ Μηδεσικράτης κάλυμμα εἰμί ἐπίκειμαι Πολυξένη δέ κατά ὁ εἰθίζω παρθένος ἀναπέπλομαι ὁ ἐν ὁ κεφαλή θρίξ 0
10.25.10 2 ἀποθανεῖν δὲ αὐτὴν ἐπὶ τῷ Ἀχιλλέως μνήματι ποιηταί τε ᾄδουσι καὶ γραφὰς ἔν τε Ἀθήναις καὶ Περγάμῳ τῇ ὑπὲρ Καΐκου θεασάμενος οἶδα ἐχούσας ἐς τῆς Πολυξένης τὰ παθήματα. Poets sing of her death at Achilles' tomb, and I myself have seen paintings depicting the sufferings of Polyxena both at Athens and at Pergamum above the Caicus. ἀποθνῄσκω δέ αὐτός ἐπί ὁ Ἀχιλλεύς μνῆμα ποιητής τε ᾄδω καί γραφή εἰμί τε Ἀθήνη καί Πέργαμος ὁ ὑπέρ Καΐκος θεάομαι οἶδα ἔχω εἰς ὁ Πολυξένη ὁ πάθημα 0
10.25.11 1 γέγραφε δὲ καὶ Νέστορα τῇ κεφαλῇ τε ἐπικείμενον πῖλον καὶ ἐν τῇ χειρὶ δόρυ ἔχοντα· He has depicted also Nestor, wearing a cap upon his head and holding a spear in his hand. γράφω δέ καί Νέστωρ ὁ κεφαλή τε ἐπίκειμαι πίλος καί ἐν ὁ χείρ δόρυ ἔχω 0
10.25.11 2 καὶ ἵππος κονίεσθαι μέλλοντος παρέχεται σχῆμα· A horse nearby is presented in a posture about to roll in the dust. καί ἵππος κονίζω μέλλω παρέχω σχῆμα 0
10.25.11 3 ἄχρι μὲν δὴ τοῦ ἵππου αἰγιαλός τε καὶ ἐν αὐτῷ ψηφῖδες ὑποφαίνονται, τὸ δὲ ἐντεῦθεν οὐκέτι ἔοικεν εἶναι θάλασσα. Up to the point of the horse there appear a shore and the pebbles upon it; beyond this, however, it no longer resembles the sea. ἄχρι μέν δή ὁ ἵππος αἰγιαλός τε καί ἐν αὐτός ψηφίς ὑποφαίνω ὁ δέ ἐντεῦθεν οὐκέτι ἔοικα εἰμί θάλασσα 0