Word-level lemma forms extracted for each sentence
| Passage | Sentence | Greek | English | Lemma Forms | Missing |
|---|---|---|---|---|---|
| 10.5.1 | 1 | ἔστι δὲ καὶ ἄνοδος διὰ τῆς Δαυλίδος ἐς τὰ ἄκρα τοῦ Παρνασσοῦ μακροτέρα τῆς ἐκ Δελφῶν, οὐ μέντοι καὶ κατὰ ταὐτὰ χαλεπή. | There is another route upward through Daulis to the summits of Parnassus, longer than the one from Delphi, but not equally difficult. | εἰμί δέ καί ἄνοδος διά ὁ Δαυλίς εἰς ὁ ἄκρος ὁ Παρνασσός μακρός ὁ ἐκ Δελφοί οὐ μέντοι καί κατά αὐτός χαλεπός | 0 |
| 10.5.1 | 2 | ἐς δὲ τὴν ἐπὶ Δελφῶν εὐθεῖαν ἀναστρέψαντι ἐκ Δαυλίδος καὶ ἰόντι ἐπὶ τὸ πρόσω, ἔστιν οἰκοδόμημα ἐν ἀριστερᾷ τῆς ὁδοῦ καλούμενον Φωκικόν, ἐς ὃ ἀπὸ ἑκάστης πόλεως συνίασιν οἱ Φωκεῖς. | Turning onto the direct road to Delphi from Daulis and advancing further, one finds on the left side of the way a building known as the Phocicum, to which from each city the Phokians assemble. | εἰς δέ ὁ ἐπί Δελφοί εὐθεῖα ἀναστρέφω ἐκ Δαυλίς καί εἶμι ἐπί ὁ πρόσω εἰμί οἰκοδόμημα ἐν ἀριστερός ὁ ὁδός καλέω φωκικός εἰς ὅς ἀπό ἕκαστος πόλις συνίημι ὁ Φωκεύς | 0 |
| 10.5.2 | 1 | μεγέθει μὲν μέγα τὸ οἴκημα, ἐντὸς δὲ αὐτοῦ κίονες κατὰ μῆκός εἰσιν ἑστηκότες· | The building is impressive in size, and within it columns stand arranged lengthwise. | μέγεθος μέν μέγας ὁ οἴκημα ἐντός δέ αὐτός κίων κατά μῆκος εἰμί ἑστηκώς | 0 |
| 10.5.2 | 2 | ἀναβασμοὶ δὲ ἀπὸ τῶν κιόνων ἀνήκουσιν ἐς ἑκάτερον τοῖχον, καὶ ἐπὶ τῶν ἀναβασμῶν τούτων οἱ συνιόντες τῶν Φωκέων καθέζονται. | Steps rise from these columns toward each wall, and upon these steps the assembled Phokians sit. | ἀναβασμός δέ ἀπό ὁ κίων ἀνήκω εἰς ἑκάτερος τοῖχος καί ἐπί ὁ ἀναβασμός οὗτος ὁ σύνειμι ὁ Φωκεύς καθίζω | 0 |
| 10.5.2 | 3 | πρὸς δὲ τῷ πέρατι κίονες μὲν οὐκ εἰσὶν οὐδὲ ἀναβασμοί, Διὸς δὲ ἄγαλμα καὶ Ἀθηνᾶς καὶ Ἥρας, | At the far end there are neither columns nor steps, but statues of Zeus, Athena, and Hera. | πρός δέ ὁ πέρας κίων μέν οὐ εἰμί οὐδέ ἀναβασμός Ζεύς δέ ἄγαλμα καί Ἀθηνᾶ καί Ἥρα | 0 |
| 10.5.2 | 4 | τὸ μὲν ἐν θρόνῳ τοῦ Διός, ἑκατέρωθεν δὲ ἡ μὲν κατὰ δεξιά, ἡ δὲ κατὰ ἀριστερὰ παρεστῶσα ἡ Ἀθηνᾶ πεποίηται. | The image of Zeus is seated on a throne, and standing beside him on either side are Hera on the right hand and Athena on the left. | ὁ μέν ἐν θρόνος ὁ Ζεύς ἑκατέρωθεν δέ ὁ μέν κατά δεξιά ὁ δέ κατά ἀριστερός παρίστημι ὁ Ἀθηνᾶ ποιέω | 0 |
| 10.5.3 | 1 | προϊὼν δὲ αὐτόθεν ἐπὶ ὁδὸν ἀφίξῃ καλουμένην Σχιστήν· ἐπʼ αὐτῇ τῇ ὁδῷ τὰ ἐς τὸν φόνον τοῦ πατρὸς Οἰδίποδι εἰργάσθη. | Advancing from here, you come to a road called Schiste; upon this very road Oedipus committed the murder of his father. | πρόειμι δέ αὐτόθεν ἐπί ὁδός ἀφικνέομαι καλέω σχιστός ἐπί αὐτός ὁ ὁδός ὁ εἰς ὁ φόνος ὁ πατήρ Οἰδίπους ἐργάζομαι | 0 |
| 10.5.3 | 2 | ἔδει δὲ ἄρα παθημάτων τῶν Οἰδίποδος ἀνὰ πᾶσαν τὴν Ἑλλάδα ὑπολειφθῆναι μνημόσυνα. | Evidently, memorials of the sufferings of Oedipus had to remain scattered throughout all Greece. | δεῖ δέ ἄρα πάθημα ὁ Οἰδίπους ἀνά πᾶς ὁ Ἑλλάς ὑπολείπω μνημόσυνον | 0 |
| 10.5.3 | 3 | τεχθέντος μέν γε διαπείραντες διὰ τῶν σφυρῶν κέντρα ἐκτιθέασιν αὐτὸν ἐς τὴν Πλαταιίδα, ὄρος τὸν Κιθαιρῶνα· Κόρινθος δὲ καὶ ἡ ἐπὶ τῷ ἰσθμῷ χώρα τροφὸς τῷ Οἰδίποδι ἐγένετο· γῆ δὲ ἡ Φωκὶς καὶ ὁδὸς ἡ Σχιστὴ τοῦ πατρῴου φόνου τὸ μίασμα ὑπεδέξατο· | When he was born, after piercing his ankles with spikes, they exposed him on Mount Cithaeron in the region of Plataea; Corinth and the territory by the Isthmus became the nurse to Oedipus, while Phocis and the Schiste Road received the pollution of his father's murder. | τίκτω μέν γε πειράω διά ὁ σφυρόν κέντρον ἐκτίθημι αὐτός εἰς ὁ Πλαταιίς ὄρος ὁ Κιθαιρών Κόρινθος δέ καί ὁ ἐπί ὁ Ἰσθμός χώρα τροφοῦς ὁ Οἰδίπους γίγνομαι γῆ δέ ὁ φωκίς καί ὁδός ὁ σχιστός ὁ πατρῷος φόνος ὁ μίασμα ὑποδέχομαι | 0 |
| 10.5.3 | 4 | Θηβαίοις δὲ καὶ ἐς πλέον γάμων τέ σφισι τῶν Οἰδίποδος καὶ ἀδικίας τῆς Ἐτεοκλέους ἐστὶν ἡ φήμη. | But among the Thebans, greater still is the report concerning both the marriage of Oedipus and the injustice of Eteocles. | Θηβαῖος δέ καί εἰς πλέον γάμος τε σφεῖς ὁ Οἰδίπους καί ἀδικία ὁ Τεοκλῆς εἰμί ὁ φήμη | 0 |
| 10.5.4 | 1 | Οἰδίποδι μὲν ὁδὸς ἡ Σχιστὴ καὶ τόλμημα τὸ ἐπʼ αὐτῇ κακῶν ἦρχε, | For Oedipus, the Schiste road and the deed done upon it marked the beginning of his misfortunes. | Οἰδίπους μέν ὁδός ὁ σχιστός καί τόλμημα ὁ ἐπί αὐτός κακός ἄρχω | 0 |
| 10.5.4 | 2 | καὶ τὰ τοῦ Λαΐου μνήματα καὶ οἰκέτου τοῦ ἑπομένου ταὐτὰ ἔτι ἐν μεσαιτάτῳ τῆς τριόδου ἐστὶ καὶ ἐπʼ αὐτῷ λίθοι λογάδες σεσωρευμένοι· | Still standing at the crossroads are the tombs of Laius and of the servant who accompanied him, and a heap of piled-up stones lies upon the spot. | καί ὁ ὁ λαῖος μνῆμα καί οἰκέτης ὁ ἕπομαι αὐτός ἔτι ἐν μεσαίτατος ὁ τρίοδος εἰμί καί ἐπί αὐτός λίθος λογάς σωρεύω | 0 |
| 10.5.4 | 3 | Δαμασίστρατον δὲ ἄνδρα ἐν Πλαταιαῖς βασιλεύοντα ἐπιτυχεῖν τε κειμένοις τοῖς νεκροῖς καὶ θάψαι φασὶν αὐτούς. | They say that Damasistratus, a king at Plataea, happened upon the bodies lying there and buried them. | Δαμασίστρατος δέ ἀνήρ ἐν Πλαταιαί βασιλεύω ἐπιτυγχάνω τε κεῖμαι ὁ νεκρός καί θάπτω φημί αὐτός | 0 |
| 10.5.5 | 1 | ἡ δὲ λεωφόρος αὐτόθεν ἡ ἐς Δελφοὺς καὶ προσάντης γίνεται μᾶλλον καὶ ἀνδρὶ εὐζώνῳ χαλεπωτέρα. | From that point onward, the road to Delphi becomes steeper and more difficult for a lightly equipped traveler. | ὁ δέ λεωφόρος αὐτόθεν ὁ εἰς Δελφοί καί προσάντης γίγνομαι μᾶλλον καί ἀνήρ εὔζωνος χαλεπός | 0 |
| 10.5.5 | 2 | λέγεται δὲ πολλὰ μὲν καὶ διάφορα ἐς αὐτοὺς τοὺς Δελφούς, πλείω δὲ ἔτι ἐς τοῦ Ἀπόλλωνος τὸ μαντεῖον. | Many differing tales are reported concerning the Delphians themselves, but even more numerous accounts refer to the oracle of Apollo. | λέγω δέ πολύς μέν καί διάφορος εἰς αὐτός ὁ Δελφοί πλείων δέ ἔτι εἰς ὁ Ἀπόλλων ὁ μαντεῖον | 0 |
| 10.5.5 | 3 | φασὶ γὰρ δὴ τὰ ἀρχαιότατα Γῆς εἶναι τὸ χρηστήριον, καὶ Δαφνίδα ἐπʼ αὐτῷ τετάχθαι πρόμαντιν ὑπὸ τῆς Γῆς· | They assert that the most ancient oracle was originally that of Earth, and that Daphnis was appointed by Earth herself as prophetess at this place. | φημί γάρ δή ὁ ἀρχαιότατος γῆ εἰμί ὁ χρηστήριον καί δαφνίς ἐπί αὐτός τάσσω πρόμαντις ὑπό ὁ γῆ | 0 |
| 10.5.6 | 1 | εἶναι δὲ αὐτὴν τῶν περὶ τὸ ὄρος νυμφῶν. | They say she is one of the nymphs who dwell around the mountain. | εἰμί δέ αὐτός ὁ περί ὁ ὄρος νύμφη | 0 |
| 10.5.6 | 2 | ἔστι δὲ ἐν Ἕλλησι ποίησις, ὄνομα μὲν τοῖς ἔπεσίν ἐστιν Εὐμολπία, Μουσαίῳ δὲ τῷ Ἀντιοφήμου προσποιοῦσι τὰ ἔπη· | Among the Greeks there exists a poem, known as the Eumolpia. | εἰμί δέ ἐν Ἕλλην ποίησις ὄνομα μέν ὁ πέμπω εἰμί εὐμολπία Μουσαῖος δέ ὁ Ἀντιόφημος προσποιέω ὁ ἔπος | 0 |
| 10.5.6 | 3 | πεποιημένον οὖν ἐστιν ἐν τούτοις Ποσειδῶνος ἐν κοινῷ καὶ Γῆς εἶναι τὸ μαντεῖον, καὶ τὴν μὲν χρᾶν αὐτήν, Ποσειδῶνι δὲ ὑπηρέτην ἐς τὰ μαντεύματα εἶναι Πύρκωνα. | The verses of this poem are attributed to Musaeus, son of Antiophemus. | ποιέω οὖν εἰμί ἐν οὗτος Ποσειδῶν ἐν κοινός καί γῆ εἰμί ὁ μαντεῖον καί ὁ μέν χράω αὐτός Ποσειδῶν δέ ὑπηρέτης εἰς ὁ μάντευμα εἰμί πύρκων | 0 |
| 10.5.6 | 4 | καὶ οὕτως ἔχει τὰ ἔπη· | In this composition, it is related that the oracle originally belonged jointly to Poseidon and to Earth. | καί οὕτως ἔχω ὁ ἔπος | 0 |
| 10.5.6 | 5 | αὐτίκα δὲ Χθονίης φωνὴ πινυτὸν φάτο μῦθον, σὺν δὲ τε Πύρκων ἀμφίπολος κλυτοῦ Ἐννοσιγαίου. | The Earth herself uttered the oracles, while Pyrcon served Poseidon as his attendant in matters of prophecy. | αὐτίκα δέ χθόνιος φωνή πινυτός φημί μῦθος σύν δέ τε πύργος ἀμφίπολος κλυτός ἐννοσίγαιος | 0 |
| 10.5.6 | 6 | Musaeus , Eumolpia χρόνῳ δὲ ὕστερον, ὅσον τῇ Γῇ μετῆν, δοθῆναι Θέμιδι ὑπʼ αὐτῆς λέγουσιν, Ἀπόλλωνα δὲ παρὰ Θέμιδος λαβεῖν δωρεάν· | The verses run thus: | χρόνος δέ ὕστερον ὅσος ὁ γῆ μετέχω δίδωμι Θέμις ὑπό αὐτός λέγω Ἀπόλλων δέ παρά Θέμις λαμβάνω δωρεάν | 0 |
| 10.5.6 | 7 | Ποσειδῶνι δὲ ἀντὶ τοῦ μαντείου Καλαύρειαν ἀντιδοῦναί φασιν αὐτὸν τὴν πρὸ Τροιζῆνος. | "And straightway the voice of Chthonia spoke an insightful word, And Pyrcon, attendant to glorious Earth-shaking Poseidon..." | Ποσειδῶν δέ ἀντί ὁ μαντεῖον Καλαυρεία ἀντιδίδωμι φημί αὐτός ὁ πρό Τροιζήν | 0 |
| 10.5.7 | 1 | ἤκουσα δὲ καὶ ὡς ἄνδρες ποιμαίνοντες ἐπιτύχοιεν τῷ μαντείῳ, καὶ ἔνθεοί τε ἐγένοντο ὑπὸ τοῦ ἀτμοῦ καὶ ἐμαντεύσαντο ἐξ Ἀπόλλωνος. | I have also heard that men who were tending flocks chanced upon the oracle, and having become inspired by the vapor, they prophesied words from Apollo himself. | ἀκούω δέ καί ὡς ἀνήρ ποιμαίνω ἐπιτυγχάνω ὁ μαντεῖον καί ἔνθεος τε γίγνομαι ὑπό ὁ ἀτμός καί μαντεύομαι ἐκ Ἀπόλλων | 0 |
| 10.5.7 | 2 | μεγίστη δὲ καὶ παρὰ πλείστων ἐς Φημονόην δόξα ἐστίν, ὡς πρόμαντις γένοιτο ἡ Φημονόη τοῦ θεοῦ πρώτη καὶ πρώτη τὸ ἑξάμετρον ᾖσεν. | However, the greatest and most widely held tradition concerns Phemonoe: it is said that she became the god's first prophetess, and was the first to sing her prophecies in hexameter verse. | μέγιστος δέ καί παρά πλεῖστος εἰς Φημονόη δόξα εἰμί ὡς πρόμαντις γίγνομαι ὁ Φημονόη ὁ θεός πρῶτος καί πρῶτος ὁ ἑξάμετρος ἀείδω | 0 |
| 10.5.7 | 3 | Βοιὼ δὲ ἐπιχωρία γυνὴ ποιήσασα ὕμνον Δελφοῖς ἔφη κατασκευάσασθαι τὸ μαντεῖον τῷ θεῷ τοὺς ἀφικομένους ἐξ Ὑπερβορέων τούς τε ἄλλους καὶ Ὠλῆνα· | But according to Boeo, a local woman who composed a hymn for the Delphians, the oracle was established for Apollo by visitors from the Hyperboreans, among whom was Olen. | βοιωτός δέ ἐπιχώριος γυνή ποιέω ὕμνος Δελφοί φημί κατασκευάζω ὁ μαντεῖον ὁ θεός ὁ ἀφικνέομαι ἐκ ὑπερβόρειος ὁ τε ἄλλος καί ὠλήνη | 0 |
| 10.5.7 | 4 | τοῦτον δὲ καὶ μαντεύσασθαι πρῶτον καὶ ᾄσαι πρῶτον τὸ ἑξάμετρον. | She asserts that Olen was the very first to prophesy and the first to sing in hexameter verse. | οὗτος δέ καί μαντεύομαι πρῶτος καί ᾄδω πρῶτος ὁ ἑξάμετρος | 0 |
| 10.5.8 | 1 | πεποίηκε δὲ ἡ Βοιὼ τοιάδε· | Boeo composed the following verses: | ποιέω δέ ὁ βοιωτός τοιόσδε | 0 |
| 10.5.8 | 2 | ἔνθα τοι εὔμνηστον χρηστήριον ἐκτελέσαντο παῖδες Ὑπερβορέων Παγασὸς καὶ δῖος Ἀγυιεύς. | "Here verily the sons of the Hyperboreans, Pagasos and noble Agyieus, established a renowned oracle." | ἔνθα τοί εὔμνηστος χρηστήριον ἐκτελέω παῖς ὑπερβόρειος παγασός καί δῖος ἀγυιεύς | 0 |
| 10.5.8 | 3 | ἐπαριθμοῦσα δὲ καὶ ἄλλους τῶν Ὑπερβορέων, ἐπὶ τελευτῇ τοῦ ὕμνου τὸν Ὠλῆνα ὠνόμασεν· | And having enumerated other Hyperboreans as well, at the conclusion of her hymn she names Olen thus: | ἐπαριθμέω δέ καί ἄλλος ὁ ὑπερβόρειος ἐπί τελευτή ὁ ὕμνος ὁ ὠλήνη ὀνομάζω | 0 |
| 10.5.8 | 4 | Ὠλήν θʼ, ὃς γένετο πρῶτος Φοίβοιο προφάτας, πρῶτος δʼ ἀρχαίων ἐπέων τεκτάνατʼ ἀοιδάν. | "And Olen, who was the first prophet of Phoebus, and first who fashioned song from ancient verses." | ὠλένη τε ὅς γίγνομαι πρῶτος φοίβος προφήτης πρῶτος δέ ἀρχαῖος ἐπέων τεκταίνομαι ἀοιδή | 0 |
| 10.5.8 | 5 | οὐ μέντοι τά γε ἥκοντα ἐς μνήμην ἐς ἄλλον τινά, ἐς δὲ γυναικῶν μαντείαν ἀνήκει μόνων. | Indeed, these traditions have not come down to the memory of any other, but are preserved solely through the prophecies of women. | οὐ μέντοι ὁ γε ἥκω εἰς μνήμη εἰς ἄλλος τις εἰς δέ γυνή μαντεία ἀνήκω μόνος | 0 |
| 10.5.9 | 1 | ποιηθῆναι δὲ τὸν ναὸν τῷ Ἀπόλλωνι τὸ ἀρχαιότατον δάφνης φασί, κομισθῆναι δὲ τοὺς κλάδους ἀπὸ τῆς δάφνης τῆς ἐν τοῖς Τέμπεσι· | They say that the earliest temple of Apollo was made from laurel, and that the branches of this laurel were brought from the one growing in Tempe. | ποιέω δέ ὁ ναός ὁ Ἀπόλλων ὁ ἀρχαῖος δάφνη φημί κομίζω δέ ὁ κλάδος ἀπό ὁ δάφνη ὁ ἐν ὁ τέμπη | 0 |
| 10.5.9 | 2 | καλύβης δʼ ἂν σχῆμα οὗτός γε ἂν εἴη παρεσχηματισμένος ὁ ναός. | The structure of this temple would have resembled that of a hut. | καλύβη δέ ἄν σχῆμα οὗτος γε ἄν εἴην παρεσχηματισμένος ὁ ναός | 0 |
| 10.5.9 | 3 | δεύτερα δὲ λέγουσιν οἱ Δελφοὶ γενέσθαι ὑπὸ μελισσῶν τὸν ναὸν ἀπό τε τοῦ κηροῦ τῶν μελισσῶν καὶ ἐκ πτερῶν· | Secondly, the Delphians say the temple was constructed by bees, made from beeswax and wings. | δεύτερος δέ λέγω ὁ Δελφοί γίγνομαι ὑπό μέλισσα ὁ ναός ἀπό τε ὁ κηρός ὁ μέλισσα καί ἐκ πτέρυξ | 0 |
| 10.5.9 | 4 | πεμφθῆναι δὲ ἐς Ὑπερβορέους φασὶν αὐτὸν ὑπὸ τοῦ Ἀπόλλωνος. | They say also that it was sent by Apollo to the Hyperboreans. | πέμπω δέ εἰς ὑπερβόρειος φημί αὐτός ὑπό ὁ Ἀπόλλων | 0 |
| 10.5.10 | 1 | λέγεται δὲ καὶ ἕτερος λόγος, ὡς τὸν ναὸν κατεσκευάσατο ἀνὴρ Δελφός, ὄνομα δὲ αὐτῷ Πτερᾶν εἶναι· κατὰ τοῦτο οὖν γενέσθαι καὶ τῷ ναῷ τοὔνομα ἀπὸ τοῦ οἰκοδομήσαντος· ἀπὸ τούτου δὲ τοῦ Πτερᾶ καὶ πόλιν Κρητικὴν προσθήκῃ γράμματος Ἀπτερεούς φασιν ὀνομάζεσθαι. | There is another story told that the temple was built by a man from Delphi named Pteras; accordingly, the temple is said to have derived its name from its builder. They say furthermore that from this Pteras, with the addition of a letter, the Cretan city also acquired its name of Aptera. | λέγω δέ καί ἕτερος λόγος ὡς ὁ ναός κατασκευάζω ἀνήρ δελφός ὄνομα δέ αὐτός πτερόν εἰμί κατά οὗτος οὖν γίγνομαι καί ὁ ναός ὄνομα ἀπό ὁ οἰκοδομέω ἀπό οὗτος δέ ὁ πτερά καί πόλις Κρῆς προστίθημι γράμμα ἀπτερεής φημί ὀνομάζω | 0 |
| 10.5.10 | 2 | τὸν γὰρ δὴ λόγον τὸν ἔχοντα ἐς τὴν ἐν τοῖς ὄρεσιν αὐξομένην πτέριν, ὡς ἐκ τῆς πόας ταύτης χλωρᾶς ἔτι διεπλέξαντο ναόν, οὐδὲ ἀρχὴν προσίεμαι τὸν λόγον τοῦτον. | The story, however, that relates the name to a fern ("pteris") growing upon the mountains, from whose still-green foliage they wove together the temple, is a tale I do not accept in the slightest. | ὁ γάρ δή λόγος ὁ ἔχω εἰς ὁ ἐν ὁ ὄρος αὐξάνω πτέρις ὡς ἐκ ὁ πούς οὗτος χλωρός ἔτι διπλέκω ναός οὐδέ ἀρχή προσῄομαι ὁ λόγος οὗτος | 0 |
| 10.5.11 | 1 | τὰ δὲ ἐς τὸν τρίτον τῶν ναῶν, ὅτι ἐγένετο ἐκ χαλκοῦ, θαῦμα οὐδέν, εἴ γε Ἀκρίσιος μὲν θάλαμον χαλκοῦν τῇ θυγατρὶ ἐποιήσατο, Λακεδαιμονίοις δὲ Ἀθηνᾶς ἱερὸν Χαλκιοίκου καὶ ἐς ἡμᾶς ἔτι λείπεται, | As for the fact concerning the third of these temples, that it was constructed of bronze, this is hardly a wonder, especially given that Acrisius made a bronze chamber for his daughter, and among the Lacedaemonians the bronze-temple of Athena Chalcioecus still remains down to our own day. | ὁ δέ εἰς ὁ τρίτος ὁ ναῦς ὅτι γίγνομαι ἐκ χαλκός θαῦμα οὐδείς εἰ γε Ἄκρισιος μέν θάλαμος χαλκοῦς ὁ θυγάτηρ ποιέω Λακεδαιμόνιος δέ Ἀθηνᾶ ἱερός χαλκίοικος καί εἰς ἐγώ ἔτι λείπω | 0 |
| 10.5.11 | 2 | Ῥωμαίοις δὲ ἡ ἀγορὰ μεγέθους ἕνεκα καὶ κατασκευῆς τῆς ἄλλης θαῦμα οὖσα παρέχεται τὸν ὄροφον χαλκοῦν· | Moreover, the Romans have a forum remarkable for its size and overall design that also has a roof made of bronze. | Ῥωμαῖος δέ ὁ ἀγορά μέγεθος ἕνεκα καί κατασκευή ὁ ἄλλος θαῦμα εἰμί παρέχω ὁ ὄροφος χαλκοῦς | 0 |
| 10.5.11 | 3 | οὕτω καὶ ναὸν τῷ Ἀπόλλωνι οὐκ ἂν ἄπο γε τοῦ εἰκότος εἴη γενέσθαι χαλκοῦν. | Thus, it is not inconsistent with probability that a bronze temple might have been constructed in honor of Apollo. | οὕτως καί ναός ὁ Ἀπόλλων οὐ ἄν ἀπό γε ὁ εἰκός εἴην γίγνομαι χαλκοῦς | 0 |
| 10.5.12 | 1 | τὰ μέντοι ἄλλα με οὐκ ἔπειθεν ὁ λόγος ἢ Ἡφαίστου τὸν ναὸν τέχνην εἶναι ἢ τὰ ἐς τὰς ᾠδοὺς τὰς χρυσᾶς, ἃ δὴ Πίνδαρος ᾖσεν ἐπʼ ἐκείνῳ τῷ ναῷ· | However, the story did not convince me concerning either the temple being a work of Hephaestus' skill, or about the golden singing-birds, on account of which Pindar composed verses addressing this temple, saying: | ὁ μέντοι ἄλλος ἐγώ οὐ πείθω ὁ λόγος ἤ Ἥφαιστος ὁ ναός τέχνη εἰμί ἤ ὁ εἰς ὁ ᾄδουσα ὁ χρυσός ὅς δή Πίνδαρος ἀείδω ἐπί ἐκεῖνος ὁ ναός | 0 |
| 10.5.12 | 2 | χρύσειαι δʼ ἐξύπερθʼ αἰετοῦ ἄειδον Κηληδόνες. | "And golden swallows sang above the eagle." | χρύσειος δέ ἐξυπέρθε ἀετός ἀείδω κηληδών | 0 |
| 10.5.12 | 3 | οὗτος μὲν δὴ ταῦτα ἐς μίμησιν ἐμοὶ δοκεῖν τῶν παρʼ Ὁμήρῳ Σειρήνων ἐποίησεν· | But Pindar, as it appears to me, fashioned these lines in imitation of Homer's account of the Sirens. | οὗτος μέν δή οὗτος εἰς μίμησις ἐγώ δοκέω ὁ παρά Ὅμηρος σειρήν ποιέω | 0 |
| 10.5.12 | 4 | οὐ μὴν οὐδὲ τρόπον ὅντινα ἀφανισθῆναι συνέπεσε τῷ ναῷ, κατὰ ταὐτὰ εἰρημένα εὕρισκον· | Nor have I found consistency even regarding the manner in which the temple vanished; | οὐ μήν οὐδέ τρόπος ὅστις ἀφανίζω συμπίπτω ὁ ναός κατά αὐτός λέγω εὑρίσκω | 0 |
| 10.5.12 | 5 | καὶ γὰρ ἐς χάσμα γῆς ἐμπεσεῖν αὐτὸν καὶ ὑπὸ πυρὸς τακῆναι λέγουσιν. | for it is reported both to have fallen into a chasm in the earth and also to have melted away due to fire. | καί γάρ εἰς χάσμα γῆ ἐμπίπτω αὐτός καί ὑπό πῦρ τήκω λέγω | 0 |
| 10.5.13 | 1 | τέταρτος δὲ ὑπὸ Τροφωνίου μὲν εἰργάσθη καὶ Ἀγαμήδους , λίθου δὲ αὐτὸν ποιηθῆναι μνημονεύουσι· | The fourth temple was the work of Trophonius and Agamedes, and they record it as having been built of stone. | τέταρτος δέ ὑπό Τροφώνιος μέν ἐργάζομαι καί Ἀγαμήδης λίθος δέ αὐτός ποιέω μνημονεύω | 0 |
| 10.5.13 | 2 | κατεκαύθη δὲ Ἐρξικλείδου μὲν Ἀθήνῃσιν ἄρχοντος, πρώτῳ δὲ τῆς ὀγδόης Ὀλυμπιάδος ἔτει καὶ πεντηκοστῆς, ἣν Κροτωνιάτης ἐνίκα Διόγνητος. | It was destroyed by fire during the archonship of Erxicleides at Athens, in the first year of the fifty-eighth Olympiad, when Diognetus of Croton was victorious. | κατακαίω δέ Ἐρξικλείδης μέν Ἀθήνησι ἄρχων πρῶτος δέ ὁ ὄγδοος Ὀλυμπιάς ἔτος καί πεντηκοστός ὅς Κροτωνιάτης νικάω Διόγνητος | 0 |
| 10.5.13 | 3 | τὸν δʼ ἐφʼ ἡμῶν τῷ θεῷ ναὸν ᾠκοδόμησαν μὲν ἀπὸ τῶν ἱερῶν οἱ Ἀμφικτύονες χρημάτων, ἀρχιτέκτων δέ τις Σπίνθαρος ἐγένετο αὐτοῦ Κορίνθιος. | As for the temple that stands in our day, it was built by the Amphictyons using sacred funds, and its architect was Spintharus of Corinth. | ὁ δέ ἐπί ἐγώ ὁ θεός ναός οἰκοδομέω μέν ἀπό ὁ ἱερός ὁ ἀμφικτύων χρῆμα ἀρχιτέκτων δέ τις σπίνθαρος γίγνομαι αὐτός Κορίνθιος | 0 |