Passage 10.5.13
τέταρτος δὲ ὑπὸ Τροφωνίου μὲν εἰργάσθη καὶ Ἀγαμήδους , λίθου δὲ αὐτὸν ποιηθῆναι μνημονεύουσι· κατεκαύθη δὲ Ἐρξικλείδου μὲν Ἀθήνῃσιν ἄρχοντος, πρώτῳ δὲ τῆς ὀγδόης Ὀλυμπιάδος ἔτει καὶ πεντηκοστῆς, ἣν Κροτωνιάτης ἐνίκα Διόγνητος. τὸν δʼ ἐφʼ ἡμῶν τῷ θεῷ ναὸν ᾠκοδόμησαν μὲν ἀπὸ τῶν ἱερῶν οἱ Ἀμφικτύονες χρημάτων, ἀρχιτέκτων δέ τις Σπίνθαρος ἐγένετο αὐτοῦ Κορίνθιος.
The fourth temple was the work of Trophonius and Agamedes, and they record it as having been built of stone. It was destroyed by fire during the archonship of Erxicleides at Athens, in the first year of the fifty-eighth Olympiad, when Diognetus of Croton was victorious. As for the temple that stands in our day, it was built by the Amphictyons using sacred funds, and its architect was Spintharus of Corinth.