Passage 10.8.4
οἱ δὲ Ἀμφικτύονες οἱ ἐπʼ ἐμοῦ τριάκοντα ἀριθμῷ ἦσαν· ἐκ Νικοπόλεως μὲν καὶ Μακεδονίας τε καὶ Θεσσαλῶν, ἀπὸ ἑκάστων ἀριθμῷ ἦσαν ἕξ, ἐκ δὲ Βοιωτῶν---Θεσσαλίαν γὰρ καὶ οὗτοι τὰ ἀρχαιότερα ᾤκησαν καὶ Αἰολεῖς τηνικαῦτα ἐκαλοῦντο---καὶ ἐκ Φωκέων τε καὶ Δελφῶν, παρὰ τούτων δύο ἑκάστων· εἷς δʼ ἐκ Δωρίδος τῆς ἀρχαίας.
In my day the Amphictyons numbered thirty: from Nicopolis and from Macedonia and from Thessaly, six representatives each; from the Boeotians—since these people too, in very ancient times, once inhabited Thessaly and were then known as Aeolians—and also from the Phocians and from the Delphians, two representatives each; and one from ancient Doris.