Pausanias Analysis

Word-level lemma forms extracted for each sentence

Chapter 1.12

PassageSentenceGreekEnglishLemma FormsMissing
1.12.1 1 οὕτω Πύρρος ἐστὶν ὁ πρῶτος ἐκ τῆς Ἑλλάδος τῆς πέραν Ἰονίου διαβὰς ἐπὶ Ῥωμαίους· διέβη δὲ καὶ οὗτος ἐπαγαγομένων Ταραντίνων. Thus Pyrrhus was the first Greek to cross from Hellas beyond the Ionian Sea against the Romans. οὕτως πύρρος εἰμί ὁ πρῶτος ἐκ ὁ Ἑλλάς ὁ πέραν Ἰόνιος διαβαίνω ἐπί Ῥωμαῖος διαβαίνω δέ καί οὗτος ἐπάγω Ταραντῖνος 0
1.12.1 2 τούτοις γὰρ πρότερον ἔτι πρὸς Ῥωμαίους συνειστήκει πόλεμος· ἀδύνατοι δὲ κατὰ σφᾶς ὄντες ἀντισχεῖν, προϋπαρχούσης μὲν ἐς αὐτὸν εὐεργεσίας, ὅτι οἱ πολεμοῦντι τὸν πρὸς Κόρκυραν πόλεμον ναυσὶ συνήραντο, μάλιστα δὲ οἱ πρέσβεις τῶν Ταραντίνων ἀνέπεισαν τὸν Πύρρον, τήν τε Ἰταλίαν διδάσκοντες ὡς εὐδαιμονίας ἕνεκα ἀντὶ πάσης εἴη τῆς Ἑλλάδος καὶ ὡς οὐχ ὅσιον αὐτῷ παραπέμψαι σφᾶς φίλους τε καὶ ἱκέτας ἐν τῷ παρόντι ἥκοντας. He crossed over at the invitation of the Tarentines, for they had previously begun a war with Rome. οὗτος γάρ πρότερον ἔτι πρός Ῥωμαῖος συνίστημι πόλεμος ἀδύνατος δέ κατά σφεῖς εἰμί ἀντισχύω προυπάρχω μέν εἰς αὐτός εὐεργεσία ὅτι ὁ πολεμέω ὁ πρός Κόρκυρα πόλεμος ναῦς συναίρω μάλιστα δέ ὁ πρέσβυς ὁ Ταραντῖνος ἀνείθω ὁ πύρρινος ὁ τε Ἰταλία διδάσκω ὡς εὐδαιμονία ἕνεκα ἀντί πᾶς εἴην ὁ Ἑλλάς καί ὡς οὐ ὅσιος αὐτός παραπέμπω σφεῖς φίλος τε καί ἱκέτης ἐν ὁ παρών ἥκω 0
1.12.1 3 ταῦτα λεγόντων τῶν πρέσβεων μνήμη τὸν Πύρρον τῆς ἁλώσεως ἐσῆλθε τῆς Ἰλίου, καί οἱ κατὰ ταὐτὰ ἤλπιζε χωρήσειν πολεμοῦντι· στρατεύειν γὰρ ἐπὶ Τρώων ἀποίκους Ἀχιλλέως ὢν ἀπόγονος. Unable to hold out by themselves, they recalled their earlier good deed toward him—since in his naval engagement against Corcyra they had come to his assistance with ships—but above all the Tarentine ambassadors convinced Pyrrhus by describing Italy as a land surpassing all Greece in wealth and prosperity. οὗτος λέγω ὁ πρέσβυς μνήμη ὁ πύρρινος ὁ ἅλωσις εἰσέρχομαι ὁ Ἴλιον καί ὁ κατά αὐτός ἐλπίζω χωρέω πολεμέω στρατεύω γάρ ἐπί Τρῶες ἄποικος Ἀχιλλεύς εἰμί ἀπόγονος 0
1.12.2 1 ὡς δέ οἱ ταῦτα ἤρεσκε ---διέμελλε γὰρ ἐπʼ οὐδενὶ ὧν ἕλοιτο---, αὐτίκα ναῦς τε ἐπλήρου μακρὰς καὶ πλοῖα στρογγύλα εὐτρέπιζεν ἵππους καὶ ἄνδρας ὁπλίτας ἄγειν. When he had decided upon this course—for Pyrrhus delayed over nothing that he resolved upon—he immediately began filling warships and preparing merchant vessels to transport cavalry and infantry. ὡς δέ ὁ οὗτος ἀρέσκω διαμέλλω γάρ ἐπί οὐδείς ὅς αἱρέω αὐτίκα ναῦς τε πληρόω μακρός καί πλοῖον στρογγύλος εὐτρεπίζω ἵππος καί ἀνήρ ὁπλίτης ἄγω 0
1.12.2 2 ἔστι δὲ ἀνδράσι βιβλία οὐκ ἐπιφανέσιν ἐς συγγραφήν, ἔχοντα ἐπίγραμμα ἔργων ὑπομνήματα εἶναι. There exist certain books composed by otherwise obscure authors, bearing the title "Memoirs of Deeds." εἰμί δέ ἀνήρ βιβλίον οὐ ἐπιφανής εἰς συγγραφή ἔχω ἐπίγραμμα ἔργον ὑπόμνημα εἰμί 0
1.12.2 3 ταῦτα ἐπιλεγομένῳ μοι μάλιστα ἐπῆλθε θαυμάσαι Πύρρου τόλμαν τε, ἣν μαχόμενος αὐτὸς τε παρείχετο, καὶ τὴν ἐπὶ τοῖς ἀεὶ μέλλουσιν ἀγῶσι πρόνοιαν· While reading these, it especially impressed upon me to admire Pyrrhus—both for the bravery he personally demonstrated in battle and for his foresight concerning campaigns yet to come. οὗτος ἐπιλέγω ἐγώ μάλιστα ἔρχομαι θαυμάζω Πύρρος τόλμα τε ὅς μάχομαι αὐτός τε παρέχω καί ὁ ἐπί ὁ ἀεί μέλλω ἀγών πρόνοια 0
1.12.2 4 ὃς καὶ τότε περαιούμενος ναυσὶν ἐς Ἰταλίαν Ῥωμαίους ἐλελήθει καὶ ἥκων οὐκ εὐθὺς ἦν σφισι φανερός, Even on that occasion, though crossing by sea to Italy with his forces, he had escaped the notice of the Romans, and upon his arrival he was not immediately visible to them. ὅς καί τότε περαιοῦμαι ναῦς εἰς Ἰταλία Ῥωμαῖος λανθάνω καί ἥκω οὐ εὐθύς εἰμί σφεῖς φανερός 0
1.12.2 5 γινομένης δὲ Ῥωμαίων πρὸς Ταραντίνους συμβολῆς τότε δὴ πρῶτον ἐπιφαίνεται σὺν τῷ στρατῷ καὶ παρʼ ἐλπίδα σφίσι προσπεσών, ὡς τὸ εἰκός, ἐτάραξεν. But later, when a battle erupted between the Romans and the Tarentines, he first appeared with his army and, attacking the Romans unexpectedly, caused great confusion, as one might naturally expect. γίγνομαι δέ Ῥωμαῖος πρός Ταραντῖνος συμβολή τότε δή πρῶτος ἐπιφαίνομαι σύν ὁ στρατός καί παρά ἐλπίς σφεῖς προσπίπτω ὡς ὁ εἰκός ταράσσω 0
1.12.3 1 ἅτε δὲ ἄριστα ἐπιστάμενος ὡς οὐκ ἀξιόμαχος εἴη πρὸς Ῥωμαίους, παρεσκευάζετο ὡς τοὺς ἐλέφαντας ἐπαφήσων σφίσιν. Since he knew very well that he was no match for the Romans, he prepared to unleash elephants against them. ἅτε δέ ἄριστα ἐπίσταμαι ὡς οὐ ἀξιόμαχος εἴην πρός Ῥωμαῖος παρασκευάζω ὡς ὁ ἐλέφας ἐπαφήσομαι σφεῖς 0
1.12.3 2 ἐλέφαντας δὲ πρῶτος μὲν τῶν ἐκ τῆς Εὐρώπης Ἀλέξανδρος ἐκτήσατο Πῶρον καὶ τὴν δύναμιν καθελὼν τὴν Ἰνδῶν, ἀποθανόντος δὲ Ἀλεξάνδρου καὶ ἄλλοι τῶν βασιλέων καὶ πλείστους ἔσχεν Ἀντίγονος, Πύρρῳ δὲ ἐκ τῆς μάχης ἐγεγόνει τῆς πρὸς Δημήτριον τὰ θηρία αἰχμάλωτα· Alexander was the first of the Europeans to acquire elephants, when he defeated Porus and subdued the Indian force; after Alexander's death, other kings also obtained elephants, with Antigonus having the greatest number; and Pyrrhus himself gained these beasts as spoils from his battle with Demetrius. ἐλέφας δέ πρῶτος μέν ὁ ἐκ ὁ Εὐρώπη Ἀλέξανδρος κτάομαι πῶρος καί ὁ δύναμις καθαιρέω ὁ Ἰνδός ἀποθνῄσκω δέ Ἀλέξανδρος καί ἄλλος ὁ βασιλεύς καί πλεῖστος ἔχω Ἀντίγονος Πύρρος δέ ἐκ ὁ μάχη γίγνομαι ὁ πρός Δημήτριος ὁ θηρίον αἰχμάλωτος 0
1.12.3 3 τότε δὲ ἐπιφανέντων αὐτῶν δεῖμα ἔλαβε Ῥωμαίους ἄλλο τι καὶ οὐ ζῷα εἶναι νομίσαντας. When they appeared at that time, the Romans were struck with terror, imagining them to be creatures of another kind and not mere animals. τότε δέ ἐπιφαίνω αὐτός δεῖμα λαμβάνω Ῥωμαῖος ἄλλος τις καί οὐ ζῷον εἰμί νομίζω 0
1.12.4 1 ἐλέφαντα γάρ, ὅσος μὲν ἐς ἔργα καὶ ἀνδρῶν χεῖρας, εἰσὶν ἐκ παλαιοῦ δῆλοι πάντες εἰδότες· αὐτὰ δὲ τὰ θηρία, πρὶν ἢ διαβῆναι Μακεδόνας ἐπὶ τὴν Ἀσίαν, οὐδὲ ἑωράκεσαν ἀρχὴν πλὴν Ἰνδῶν τε αὐτῶν καὶ Λιβύων καὶ ὅσοι πλησιόχωροι τούτοις. For ivory, at least so far as concerns its use in craftsmanship and human workmanship, has long been known clearly to everyone; yet as for the beasts themselves, no one, prior to the Macedonian invasion of Asia, had ever seen them at all, apart from the Indians themselves, the Libyans, and those neighboring them. ἐλέφας γάρ ὅσος μέν εἰς ἔργον καί ἀνήρ χείρ εἰμί ἐκ παλαιός δῆλος πᾶς οἶδα αὐτός δέ ὁ θηρίον πρίν ἤ διαβαίνω Μακεδών ἐπί ὁ Ἀσία οὐδέ ὁράω ἀρχή πλήν Ἰνδός τε αὐτός καί Λίβυς καί ὅσος πλησιόχωρος οὗτος 0
1.12.4 2 δηλοῖ δὲ Ὅμηρος, ὃς βασιλεῦσι κλίνας μὲν καὶ οἰκίας τοῖς εὐδαιμονεστέροις αὐτῶν ἐλέφαντι ἐποίησε κεκοσμημένας, θηρίου δὲ ἐλέφαντος μνήμην οὐδεμίαν ἐποιήσατο· θεασάμενος δὲ ἢ πεπυσμένος ἐμνημόνευσεν ἂν πολύ γε πρότερον ἐμοὶ δοκεῖν ἢ Πυγμαίων τε ἀνδρῶν καὶ γεράνων μάχης. Homer provides evidence for this, who made mention of kings having couches inlaid with ivory as well as houses adorned with it among the wealthiest men, but made no mention whatsoever of the beast itself—the elephant. δηλόω δέ Ὅμηρος ὅς βασιλεύς κλίνω μέν καί οἰκία ὁ εὐδαιμονέστερος αὐτός ἐλέφας ποιέω κοσμέω θηρίον δέ ἐλέφας μνήμη οὐδείς ποιέω θεάομαι δέ ἤ πύθω μνημονεύω ἄν πολύ γε πρότερον ἐγώ δοκέω ἤ πυγμαῖος τε ἀνήρ καί γέρανος μάχη 0
1.12.5 1 Πύρρον δὲ ἐς Σικελίαν ἀπήγαγε πρεσβεία Συρακουσίων· An embassy from Syracuse drew Pyrrhus away into Sicily. πύρρινος δέ εἰς Σικελία ἀπάγω πρεσβεία Συρακούσιοι 0
1.12.5 2 Καρχηδόνιοι γὰρ διαβάντες τὰς Ἑλληνίidas τῶν πόλεων ἐποίουν ἀναστάτους, ἣ δὲ ἦν λοιπή, Συρακούσαις πολιορκοῦντες προσεκάθηντο. For the Carthaginians, having crossed over, laid waste to the Greek cities there and, besieging Syracuse, the only place still remaining, pressed it closely. Καρχηδόνιος γάρ διαβαίνω ὁ Ἕλλην ὁ πόλις ποιέω ἀνάστατος ὅς δέ εἰμί λοιπός Συρακούσαι πολιορκέω προσεκάθημαι 0
1.12.5 3 ἃ τῶν πρέσβεων Πύρρος ἀκούων Τάραντα μὲν εἴα καὶ τοὺς τὴν ἀκτὴν ἔχοντας Ἰταλιωτῶν, ἐς δὲ τὴν Σικελίαν διαβὰς Καρχηδονίους ἠνάγκασεν ἀπαναστῆναι Συρακουσῶν. When Pyrrhus heard the ambassadors' request, he left Tarentum and the other cities of southern Italy, and crossed into Sicily, where he compelled the Carthaginians to abandon their siege of Syracuse. ὅς ὁ πρέσβυς πύρρος ἀκούω Τάρας μέν εἶα καί ὁ ὁ ἀκτή ἔχω Ἰταλιώτης εἰς δέ ὁ Σικελία διαβαίνω Καρχηδόνιος ἀναγκάζω ἀναφίστημι Συρακοῦσαι 0
1.12.5 4 φρονήσας δὲ ἐφʼ αὑτῷ Καρχηδονίων, οἳ θαλάσσης τῶν τότε βαρβάρων μάλιστα εἶχον ἐμπείρως Τύριοι Φοίνικες τὸ ἀρχαῖον ὄντες, τούτων ἐναντία ἐπήρθη ναυμαχῆσαι τοῖς Ἠπειρώταις χρώμενος, οἳ μηδὲ ἁλούσης Ἰλίου θάλασσαν οἱ πολλοὶ μηδὲ ἁλσὶν ἠπίσταντό πω χρῆσθαι. But filled with proud confidence against the Carthaginians, who among the barbarians of that time were most skilled on the sea—which was natural, since they were originally Tyrian Phoenicians—he rashly determined to fight a naval battle against them, relying upon his Epirotes, most of whom, even at the time of Troy's fall, neither knew the sea nor how to use salt. φρονέω δέ ἐπί ἑαυτοῦ Καρχηδόνιος ὅς θάλασσα ὁ τότε βάρβαρος μάλιστα ἔχω ἐμπείρως τύριος Φοίνικες ὁ ἀρχαῖος εἰμί οὗτος ἐναντίος αἴρω ναυμαχέω ὁ ἠπειρώτης χράομαι ὅς μηδέ ἁλίσκομαι Ἴλιον θάλασσα ὁ πολύς μηδέ ἅλς ἐπίσταμαι πω χράομαι 0
1.12.5 5 μαρτυρεῖ δέ μοι καὶ Ὁμήρου ἔπος ἐν Ὀδυσσείᾳ· And the line of Homer from the Odyssey testifies to this point for me: μαρτυρέω δέ ἐγώ καί Ὅμηρος ἔπος ἐν Ὀδυσσεία 0
1.12.5 6 οἳ οὐκ ἴσασι θάλασσαν ἀνέρες, οὐδέ θʼ ἅλεσσι μεμιγμένον εἶδαρ ἔδουσιν. Hom. Od. 11.122 "Men who do not know the sea, nor do they eat food seasoned with salt." (Hom. Od. 11.122) ὅς οὐ οἶδα θάλασσα ἀνήρ οὐδέ τε ἅλς μίγνυμι εἶδαρ δίδωμι 0