Pausanias Analysis

Word-level lemma forms extracted for each sentence

Chapter 1.18

PassageSentenceGreekEnglishLemma FormsMissing
1.18.1 1 τὸ δὲ ἱερὸν τῶν Διοσκούρων ἐστὶν ἀρχαῖον, αὐτοί τε ἑστῶτες καὶ οἱ παῖδες καθήμενοί σφισιν ἐφʼ ἵππων. The sanctuary of the Dioscuri is ancient; the Dioscuri themselves are standing, and their sons are seated upon horses. ὁ δέ ἱερός ὁ Διόσκουροι εἰμί ἀρχαῖος αὐτός τε ἑστηκότες καί ὁ παῖς κάθημαι σφεῖς ἐπί ἵππος 0
1.18.1 2 ἐνταῦθα Πολύγνωτος μὲν ἔχοντα ἐς αὐτοὺς ἔγραψε γάμον τῶν θυγατέρων τῶν Λευκίππου, Μίκων δὲ τοὺς μετὰ Ἰάσονος ἐς Κόλχους πλεύσαντας· Here Polygnotus painted the marriage of the daughters of Leucippus, including the Dioscuri's role in it, while Micon depicted the expedition of Jason and his companions sailing to Colchis. ἐνταῦθα πολύγνωτος μέν ἔχω εἰς αὐτός γράφω γάμος ὁ θυγάτηρ ὁ Λευκίππη μίκων δέ ὁ μετά Ἰάσων εἰς Κόλχος πλέω 0
1.18.1 3 καί οἱ τῆς γραφῆς ἡ σπουδὴ μάλιστα ἐς Ἄκαστον καὶ τοὺς ἵππους ἔχει τοὺς Ἀκάστου. The painting particularly emphasizes Acastus and the horses of Acastus. καί ὁ ὁ γραφή ὁ σπουδή μάλιστα εἰς ἄκαστον καί ὁ ἵππος ἔχω ὁ ἄκαστος 0
1.18.2 1 ὑπὲρ δὲ τῶν Διοσκούρων τὸ ἱερὸν Ἀγλαύρου τέμενός ἐστιν. Above the sanctuary of the Dioscuri is the precinct of Aglauros. ὑπέρ δέ ὁ Διόσκουροι ὁ ἱερός Ἀγλαύρος τέμενος εἰμί 0
1.18.2 2 Ἀγλαύρῳ δὲ καὶ ταῖς ἀδελφαῖς Ἕρσῃ καὶ Πανδρόσῳ δοῦναί φασιν Ἀθηνᾶν Ἐριχθόνιον καταθεῖσαν ἐς κιβωτόν, ἀπειποῦσαν ἐς τὴν παρακαταθήκην μὴ πολυπραγμονεῖν· Πάνδροσον μὲν δὴ λέγουσι πείθεσθαι, τὰς δὲ δύο---ἀνοῖξαι γὰρ σφᾶς τὴν κιβωτόν---μαίνεσθαί τε, ὡς εἶδον τὸν Ἐριχθόνιον, καὶ κατὰ τῆς ἀκροπόλεως, ἔνθα ἦν μάλιστα ἀπότομον, αὑτὰς ῥῖψαι. It is said that Athena entrusted Erichthonius, whom she had placed in a chest, to Aglauros and her sisters, Herse and Pandrosos, instructing them not to pry into the entrusted charge. Ἀγλαύρα δέ καί ὁ ἀδελφή ἕρση καί Πανδρόσος δίδωμι φημί Ἀθηνᾶ Ἐριχθόνιος κατατίθημι εἰς κιβωτός ἀπειπέω εἰς ὁ παρακαταθήκη μή πολυπραγμονέω πάνδροσος μέν δή λέγω πείθομαι ὁ δέ δύο ἀνοίγνυμι γάρ σφεῖς ὁ κιβωτός μαίνομαι τε ὡς ὁράω ὁ Ἐριχθόνιος καί κατά ὁ ἀκρόπολις ἔνθα εἰμί μάλιστα ἀπότομος αὑτός ῥίπτω 0
1.18.2 3 κατὰ τοῦτο ἐπαναβάντες Μῆδοι κατεφόνευσαν Ἀθηναίων τοὺς πλέον τι ἐς τὸν χρησμὸν ἢ Θεμιστοκλῆς εἰδέναι νομίζοντας καὶ τὴν ἀκρόπολιν ξύλοις καὶ σταυροῖς ἀποτειχίσαντας. Pandrosos, they say, obeyed this instruction, but the other two opened the chest, and upon viewing Erichthonius, they went mad and flung themselves from the steepest part of the Acropolis. κατά οὗτος ἐπαναβαίνω Μῆδος καταφονεύω Ἀθηναῖος ὁ πλέον τις εἰς ὁ χρησμός ἤ Θεμιστοκλῆς οἶδα νομίζω καί ὁ ἀκρόπολις ξύλον καί σταυρός ἀποτειχίζω 0
1.18.3 1 πλησίον δὲ πρυτανεῖόν ἐστιν, ἐν ᾧ νόμοι τε οἱ Σόλωνός εἰσι γεγραμμένοι καὶ θεῶν Εἰρήνης ἀγάλματα κεῖται καὶ Ἑστίας, ἀνδριάντες δὲ ἄλλοι τε καὶ Αὐτόλυκος ὁ παγκρατιαστής· Near by is the Prytaneion, in which stand the written laws of Solon and statues of the goddesses Peace and Hestia; there are also statues of various other persons, including Autolykos the pancratiast. πλησίον δέ πρυτανεῖον εἰμί ἐν ὅς νόμος τε ὁ Σόλων εἰμί γράφω καί θεός εἰρήνη ἄγαλμα κεῖμαι καί ἑστία ἀνδριάς δέ ἄλλος τε καί αὐτόλυκος ὁ παγκρατιαστής 0
1.18.3 2 τὰς γὰρ Μιλτιάδου καὶ Θεμιστοκλέους εἰκόνας ἐς Ῥωμαῖόν τε ἄνδρα καὶ Θρᾷκα μετέγραψαν. But the images of Miltiades and Themistocles have been re-inscribed as a Roman and a Thracian. ὁ γάρ Μιλτιάδης καί Θεμιστοκλῆς εἰκών εἰς Ῥωμαῖος τε ἀνήρ καί Θρᾷξ μεταγράφω 0
1.18.4 1 ἐντεῦθεν ἰοῦσιν ἐς τὰ κάτω τῆς πόλεως Σαράπιδός ἐστιν ἱερόν, ὃν Ἀθηναῖοι παρὰ Πτολεμαίου θεὸν ἐσηγάγοντο. As you go from here down into the lower parts of the city, there is a sanctuary of Serapis, a god whom the Athenians introduced from Ptolemy. ἐντεῦθεν ἰόω εἰς ὁ κάτω ὁ πόλις Σαράπις εἰμί ἱερόν ὅς Ἀθηναῖος παρά Πτολεμαῖος θεός εἰσάγω 0
1.18.4 2 Αἰγυπτίοις δὲ ἱερὰ Σαράπιδος ἐπιφανέστατον μέν ἐστιν Ἀλεξανδρεῦσιν, ἀρχαιότατον δὲ ἐν Μέμφει· Among the Egyptians, the most famous sanctuary of Serapis is in Alexandria, but the oldest is in Memphis. Αἰγύπτιος δέ ἱερός Σάραπις ἐπιφανής μέν εἰμί Ἀλεξανδρεύς ἀρχαῖος δέ ἐν μέμφομαι 0
1.18.4 3 ἐς τοῦτο ἐσελθεῖν οὔτε ξένοις ἔστιν οὔτε τοῖς ἱερεῦσι, πρὶν ἂν τὸν Ἆπιν θάπτωσι. Into this sanctuary at Memphis neither foreigners nor even priests may enter until the time they bury Apis. εἰς οὗτος εἰσέρχομαι οὔτε ξένος εἰμί οὔτε ὁ ἱερεύς πρίν ἄν ὁ Ἅπις θάπτω 0
1.18.4 4 τοῦ δὲ ἱεροῦ τοῦ Σαράπιδος οὐ πόρρω χωρίον ἐστίν, ἔνθα Πειρίθουν καὶ Θησέα συνθεμένους ἐς Λακεδαίμονα καὶ ὕστερον ἐς Θεσπρωτοὺς σταλῆναι λέγουσι. Near the sanctuary of Serapis in Athens, there is a place where they say that Peirithous and Theseus made an agreement to journey first to Lacedaemon, and afterwards to the Thesprotians. ὁ δέ ἱερόν ὁ Σάραπις οὐ πόρρω χωρίον εἰμί ἔνθα Πειρίθοος καί Θησεύς συντίθημι εἰς Λακεδαίμων καί ὕστερον εἰς Θεσπρωτός στέλλω λέγω 0
1.18.5 1 πλησίον δὲ ᾠκοδόμητο ναὸς Εἰλειθυίας, ἣν ἐλθοῦσαν ἐξ Ὑπερβορέων ἐς Δῆλον γενέσθαι βοηθὸν ταῖς Λητοῦς ὠδῖσι, Nearby was built a temple of Eileithyia, who, according to tradition, came from the Hyperboreans to Delos to assist at Leto's childbirth. πλησίον δέ οἰκοδομέω ναός Εἰλείθυια ὅς ἔρχομαι ἐκ ὑπερβόρειος εἰς δῆλος γίγνομαι βοηθός ὁ Λητώ ὠδίνη 0
1.18.5 2 τοὺς δὲ ἄλλους παρʼ αὐτῶν φασι τῆς Εἰλειθυίας μαθεῖν τὸ ὄνομα· They say it was from the Delians themselves that the other peoples learned the name of Eileithyia. ὁ δέ ἄλλος παρά αὐτός φημί ὁ Εἰλείθυια μανθάνω ὁ ὄνομα 0
1.18.5 3 καὶ θύουσί τε Εἰλειθυίᾳ Δήλιοι καὶ ὕμνον ᾄδουσιν Ὠλῆνος. The Delians sacrifice to Eileithyia and sing the hymn composed by Olen. καί θύω τε Εἰλείθυια δήλιος καί ὕμνος ᾄδω ὠλένη 0
1.18.5 4 Κρῆτες δὲ χώρας τῆς Κνωσσίας ἐν Ἀμνισῷ γενέσθαι νομίζουσιν Εἰλείθυιαν καὶ παῖδα Ἥρας εἶναι· But the Cretans of the territory of Knossos maintain that Eileithyia was born at Amnisos, and that she is the daughter of Hera. Κρῆς δέ χώρα ὁ Κνωσσία ἐν Ἀμνισός γίγνομαι νομίζω Εἰλείθυια καί παῖς Ἥρα εἰμί 0
1.18.5 5 μόνοις δὲ Ἀθηναίοις τῆς Εἰλειθυίας κεκάλυπται τὰ ξόανα ἐς ἄκρους τοὺς πόδας. The Athenians alone cover the wooden images of Eileithyia down to their feet. μόνος δέ Ἀθηναῖος ὁ Εἰλείθυια καλύπτω ὁ ξόανον εἰς ἄκρος ὁ πούς 0
1.18.5 6 τὰ μὲν δὴ δύο εἶναι Κρητικὰ καὶ Φαίδρας ἀναθήματα ἔλεγον αἱ γυναῖκες, τὸ δὲ ἀρχαιότατον Ἐρυσίχθονα ἐκ Δήλου κομίσαι. The women said that two of these statues are Cretan in origin and dedicated by Phaedra, while the oldest one was brought from Delos by Erysichthon. ὁ μέν δή δύο εἰμί Κρητικός καί φαίδρα ἀνάθημα λέγω ὁ γυνή ὁ δέ ἀρχαῖος Ἐρυσίχθων ἐκ δῆλος κομίζω 0
1.18.6 1 πρὶν δὲ ἐς τὸ ἱερὸν ἰέναι τοῦ Διὸς τοῦ Ὀλυμπίου ---Ἀδριανὸς ὁ Ῥωμαίων βασιλεὺς τόν τε ναὸν ἀνέθηκε καὶ τὸ ἄγαλμα θέας ἄξιον, οὗ μεγέθει μέν, ὅτι μὴ Ῥοδίοις καὶ Ῥωμαίοις εἰσὶν οἱ κολοσσοί, τὰ λοιπὰ ἀγάλματα ὁμοίως ἀπολείπεται, πεποίηται δὲ ἔκ τε ἐλέφαντος καὶ χρυσοῦ καὶ ἔχει τέχνης εὖ πρὸς τὸ μέγεθος ὁρῶσιν---, ἐνταῦθα εἰκόνες Ἀδριανοῦ δύο μέν εἰσι Θασίου λίθου, δύο δὲ Αἰγυπτίου· χαλκαῖ δὲ ἑστᾶσι πρὸ τῶν κιόνων ἃς Ἀθηναῖοι καλοῦσιν ἀποίκους πόλεις. Before entering the sanctuary of Olympian Zeus—it was Hadrian, emperor of the Romans, who dedicated the temple and the statue worthy of viewing, and in its size, apart from the colossi of the Rhodians and Romans, it surpasses all other statues; it is crafted from ivory and gold, and the skill demonstrated in its creation is worthy of admiration for such a scale—before this sanctuary stand four statues of Hadrian, two made of Thasian stone, two of Egyptian marble; and bronze figures, called "colonies" by the Athenians, stand in front of the columns. πρίν δέ εἰς ὁ ἱερός εἶμι ὁ Ζεύς ὁ Ὀλύμπιος Ἁδριανός ὁ Ῥωμαῖος βασιλεύς ὁ τε ναός ἀνατίθημι καί ὁ ἄγαλμα θέα ἄξιος ὅς μέγεθος μέν ὅτι μή Ῥόδιος καί Ῥωμαῖος εἰμί ὁ κολοσσός ὁ λοιπός ἄγαλμα ὁμοίως ἀπολείπω ποιέω δέ ἐκ τε ἐλέφας καί χρυσός καί ἔχω τέχνη εὖ πρός ὁ μέγεθος ὁράω ἐνταῦθα εἰκών Ἀδριανός δύο μέν εἰμί Θάσιος λίθος δύο δέ Αἰγύπτιος χαλκοῦς δέ ἵστημι πρό ὁ κίων ὅς Ἀθηναῖος καλέω ἄποικος πόλις 0
1.18.6 2 ὁ μὲν δὴ πᾶς περίβολος σταδίων μάλιστα τεσσάρων ἐστίν, ἀνδριάντων δὲ πλήρης· ἀπὸ γὰρ πόλεως ἑκάστης εἰκὼν Ἀδριανοῦ βασιλέως ἀνάκειται, καὶ σφᾶς ὑπερεβάλοντο Ἀθηναῖοι τὸν κολοσσὸν ἀναθέντες ὄπισθε τοῦ ναοῦ θέας ἄξιον. The entire enclosure measures approximately four stades in circumference and is full of statues, for every city has dedicated a likeness of the emperor Hadrian, and the Athenians themselves surpassed them in erecting the colossal statue behind the temple, one worthy indeed of being seen. ὁ μέν δή πᾶς περίβολος στάδιον μάλιστα τέσσαρες εἰμί ἀνδριάς δέ πλήρης ἀπό γάρ πόλις ἕκαστος εἰκών Ἀδριανός βασιλεύς ἀνάκειμαι καί σφεῖς ὑπερβάλλω Ἀθηναῖος ὁ κολοσσός ἀνατίθημι ὄπισθε ὁ ναός θέα ἄξιος 0
1.18.7 1 ἔστι δὲ ἀρχαῖα ἐν τῷ περιβόλῳ Ζεὺς χαλκοῦς καὶ ναὸς Κρόνου καὶ Ῥέας καὶ τέμενος Γῆς τὴν ἐπίκλησιν Ὀλυμπίας. Within the enclosure there is an ancient bronze statue of Zeus, as well as a temple dedicated to Cronus and Rhea, and a precinct sacred to Earth, surnamed Olympias. εἰμί δέ ἀρχαῖος ἐν ὁ περίβολος Ζεύς χαλκοῦς καί ναός Κρόνος καί ῥέας καί τέμενος γῆ ὁ ἐπίκλησις Ὀλυμπία 0
1.18.7 2 ἐνταῦθα ὅσον ἐς πῆχυν τὸ ἔδαφος διέστηκε, καὶ λέγουσι μετὰ τὴν ἐπομβρίαν τὴν ἐπὶ Δευκαλίωνος συμβᾶσαν ὑπορρυῆναι ταύτῃ τὸ ὕδωρ, ἐσβάλλουσί τε ἐς αὐτὸ ἀνὰ πᾶν ἔτος ἄλφιτα πυρῶν μέλιτι μίξαντες. Here, the ground is split apart for about a cubit, and they say that after the deluge in the time of Deucalion the water drained away through this fissure. ἐνταῦθα ὅσος εἰς πῆχυς ὁ ἔδαφος διίστημι καί λέγω μετά ὁ ἐπομβρία ὁ ἐπί Δευκαλίων συμβαίνω ὑπορρύω οὗτος ὁ ὕδωρ ἐμβάλλω τε εἰς αὐτός ἀνά πᾶς ἔτος ἄλφιτα πυρός μέλι μίσγω 0
1.18.8 1 κεῖται δὲ ἐπὶ κίονος Ἰσοκράτους ἀνδριάς, ὃς ἐς μνήμην τρία ὑπελίπετο, ἐπιπονώτατον μὲν ὅτι οἱ βιώσαντι ἔτη δυοῖν δέοντα ἑκατὸν οὔποτε κατελύθη μαθητὰς ἔχειν, σωφρονέστατον δὲ ὅτι πολιτείας ἀπεχόμενος διέμεινε καὶ τὰ κοινὰ οὐ πολυπραγμονῶν, ἐλευθερώτατον δὲ ὅτι πρὸς τὴν ἀγγελίαν τῆς ἐν Χαιρωνείᾳ μάχης ἀλγήσας ἐτελεύτησεν ἐθελοντής. On a column stands the statue of Isocrates, who left behind him three notable memorials: the most painstaking, that he continued to have pupils without interruption until nearly one hundred years old; the most prudent, that he steadfastly refrained from politics and avoided meddling in public affairs; yet the noblest of all, that when he received news of the defeat at Chaeroneia, he grieved and voluntarily ended his life. κεῖμαι δέ ἐπί κίων Ἰσοκράτης ἀνδριάς ὅς εἰς μνήμη τρεῖς ὑπολείπω ἐπιπονός μέν ὅτι ὁ βιόω ἔτος δύο δέω ἑκατόν οὔποτε καταλύω μαθητής ἔχω σωφρονέστατος δέ ὅτι πολιτεία ἀπέχομαι διαμένω καί ὁ κοινός οὐ πολυπραγμονέω ἐλευθερόω δέ ὅτι πρός ὁ ἀγγελία ὁ ἐν Χαιρώνεια μάχη ἀλγέω τελευτάω ἐθελοντής 0
1.18.8 2 κεῖνται δὲ καὶ λίθου Φρυγίου Πέρσαι χαλκοῦν τρίποδα ἀνέχοντες, θέας ἄξιοι καὶ αὐτοὶ καὶ ὁ τρίπους. Nearby stand Persians carved of Phrygian marble, holding aloft a bronze tripod—both they and the tripod itself are worthy of observation. κεῖμαι δέ καί λίθος φρύγιος Πέρσης χαλκοῦς τρίπους ἀνέχω θέα ἄξιος καί αὐτός καί ὁ τρίπους 0
1.18.8 3 τοῦ δὲ Ὀλυμπίου Διὸς Δευκαλίωνα οἰκοδομῆσαι λέγουσι τὸ ἀρχαῖον ἱερόν, σημεῖον ἀποφαίνοντες ὡς Δευκαλίων Ἀθήνῃσιν ᾤκησε τάφον τοῦ ναοῦ τοῦ νῦν οὐ πολὺ ἀφεστηκότα. As for the temple of Olympian Zeus, they say that the original sanctuary was founded by Deucalion, citing as evidence the fact that Deucalion lived in Athens and pointing out his grave not far from the present temple. ὁ δέ Ὀλύμπιος Ζεύς Δευκαλίων οἰκοδομέω λέγω ὁ ἀρχαῖος ἱερόν σημεῖον ἀποφαίνω ὡς Δευκαλίων Ἀθήνησι οἰκέω τάφος ὁ ναός ὁ νῦν οὐ πολύς ἀφεστηκώς 0
1.18.9 1 Ἀδριανὸς δὲ κατεσκευάσατο μὲν καὶ ἄλλα Ἀθηναίοις, ναὸν Ἥρας καὶ Διὸς Πανελληνίου καὶ θεοῖς τοῖς πᾶσιν ἱερὸν κοινόν, Hadrian constructed also other buildings for the Athenians, including a temple of Hera and Zeus Panhellenios; and a common sanctuary for all the gods. Ἁδριανός δέ κατασκευάζω μέν καί ἄλλος Ἀθηναῖος ναός Ἥρα καί Ζεύς πανελλήνιος καί θεός ὁ πᾶς ἱερός κοινός 0
1.18.9 2 τὰ δὲ ἐπιφανέστατα ἑκατόν εἰσι κίονες Φρυγίου λίθου· πεποίηνται δὲ καὶ ταῖς στοαῖς κατὰ τὰ αὐτὰ οἱ τοίχοι. The most remarkable features of it are the hundred columns of Phrygian marble, and the walls of the porticoes built of the same material. ὁ δέ ἐπιφανής ἑκατόν εἰμί κίων φρύγιος λίθος ποιέω δέ καί ὁ στοά κατά ὁ αὐτός ὁ τοῖχος 0
1.18.9 3 καὶ οἰκήματα ἐνταῦθά ἐστιν ὀρόφῳ τε ἐπιχρύσῳ καὶ ἀλαβάστρῳ λίθῳ, πρὸς δὲ ἀγάλμασι κεκοσμημένα καὶ γραφαῖς· κατάκειται δὲ ἐς αὐτὰ βιβλία. There are rooms there whose ceilings are adorned with gilt and alabaster, decorated further with statues and paintings, and furnished with books. καί οἴκημα ἐνταῦθα εἰμί ὀροφή τε ἐπιχρύσσος καί ἀλάβαστρον λίθος πρός δέ ἄγαλμα κοσμέω καί γραφή κατάκειμαι δέ εἰς αὐτός βιβλίον 0
1.18.9 4 καὶ γυμνάσιόν ἐστιν ἐπώνυμον Ἀδριανοῦ· κίονες δὲ καὶ ἐνταῦθα ἑκατὸν λιθοτομίας τῆς Λιβύων. There is also a gymnasium named after Hadrian, which likewise has a hundred columns from quarries in Libya. καί γυμνάσιον εἰμί ἐπώνυμος Ἀδριανός κίων δέ καί ἐνταῦθα ἑκατόν λιθοτομία ὁ Λίβυς 0