Pausanias Analysis

Word-level lemma forms extracted for each sentence

Chapter 1.43

PassageSentenceGreekEnglishLemma FormsMissing
1.43.1 1 λέγουσι δὲ εἶναι καὶ Ἰφιγενείας ἡρῷον· ἀποθανεῖν γὰρ καὶ ταύτην ἐν Μεγάροις. They say there is also a hero shrine of Iphigenia, since according to them she died in Megara. λέγω δέ εἰμί καί Ἰφιγένεια ἡρῷον ἀποθνῄσκω γάρ καί οὗτος ἐν μέγαρον 0
1.43.1 2 ἐγὼ δὲ ἤκουσα μὲν καὶ ἄλλον ἐς Ἰφιγένειαν λόγον ὑπὸ Ἀρκάδων λεγόμενον, οἶδα δὲ Ἡσίοδον ποιήσαντα ἐν καταλόγῳ γυναικῶν Ἰφιγένειαν οὐκ ἀποθανεῖν, γνώμῃ δὲ Ἀρτέμιδος Ἑκάτην εἶναι· τούτοις δὲ Ἡρόδοτος ὁμολογοῦντα ἔγραψε Ταύρους τοὺς πρὸς τῇ Σκυθικῇ θύειν παρθένῳ τοὺς ναυαγούς, φάναι δὲ αὐτοὺς τὴν παρθένον Ἰφιγένειαν εἶναι τὴν Ἀγαμέμνονος. Yet I have heard from the Arcadians another account concerning Iphigenia; moreover, I know that Hesiod, in his Catalogue of Women, asserted that Iphigenia did not die, but by the will of Artemis became Hecate; Herodotus, agreeing with this tradition, reported that the Taurians near Scythia sacrificed shipwrecked mariners to a maiden, whom they themselves identified as Iphigenia, daughter of Agamemnon. ἐγώ δέ ἀκούω μέν καί ἄλλος εἰς Ἰφιγένεια λόγος ὑπό Ἀρκάς λέγω οἶδα δέ Ἡσίοδος ποιέω ἐν κατάλογος γυνή Ἰφιγένεια οὐ ἀποθνῄσκω γνώμη δέ Ἄρτεμις ἑκάτη εἰμί οὗτος δέ Ἡρόδοτος ὁμολογέω γράφω ταῦρος ὁ πρός ὁ Σκυθικός θύω παρθένος ὁ ναυαγός φημί δέ αὐτός ὁ παρθένος Ἰφιγένεια εἰμί ὁ Ἀγαμέμνων 0
1.43.1 3 ἔχει δὲ παρὰ Μεγαρεῦσι καὶ Ἄδραστος τιμάς· φασὶ δὲ ἀποθανεῖν παρὰ σφίσι καὶ τοῦτον, ὅτε ἑλὼν Θήβας ἀπῆγεν ὀπίσω τὸν στρατόν, αἴτια δέ οἱ τοῦ θανάτου γῆρας καὶ τὴν Αἰγιαλέως γενέσθαι τελευτήν. Among the Megarians, Adrastus also receives honors; for they say that he too died among them, while he was leading back his army after having taken Thebes; the reasons for his death were given as old age and the news of the demise of his son Aigialeus. ἔχω δέ παρά Μεγαρεύς καί Ἄδραστος τιμή φημί δέ ἀποθνῄσκω παρά σφεῖς καί οὗτος ὅτε αἱρέω Θῆβαι ἀπάγω ὀπίσω ὁ στρατός αἴτιον δέ ὁ ὁ θάνατος γῆρας καί ὁ Αἰγιαλεύς γίγνομαι τελευτή 0
1.43.1 4 καὶ Ἀρτέμιδος ἱερὸν ὁ Ἀγαμέμνων ἐποίησεν, ἡνίκα ἦλθε Κάλχαντα οἰκοῦντα ἐν Μεγάροις ἐς Ἴλιον ἕπεσθαι πείσων. Furthermore, Agamemnon dedicated a sanctuary to Artemis, when he came to Megara with the purpose of persuading Calchas, who was then living there, to accompany him to Ilium. καί Ἄρτεμις ἱερός ὁ Ἀγαμέμνων ποιέω ἡνίκα ἔρχομαι κάλχας οἰκέω ἐν μέγαρον εἰς Ἴλιον ἕπομαι πείθω 0
1.43.2 1 ἐν δὲ τῷ πρυτανείῳ τεθάφθαι μὲν Εὔιππον Μεγαρέως παῖδα, τεθάφθαι δὲ τὸν Ἀλκάθου λέγουσιν Ἰσχέπολιν. They say that in the Prytaneion Eupippos son of Megareus is buried, and also Ischepolis, the son of Alcathous, is buried there. ἐν δέ ὁ πρυτανείον θάπτω μέν εὔιππος Μεγαρεύς παῖς θάπτω δέ ὁ Ἀλκάθους λέγω Ἰσχέπολις 0
1.43.2 2 ἔστι δὲ τοῦ πρυτανείου πέτρα πλησίον· Ἀνακληθρίδα τὴν πέτραν ὀνομάζουσιν, ὡς Δημήτηρ, εἴ τῳ πιστά, ὅτε τὴν παῖδα ἐπλανᾶτο ζητοῦσα, καὶ ἐνταῦθα ἀνεκάλεσεν αὐτήν. Near the Prytaneion there is a rock called Anaclethris ("Recall-rock"), because, if the story is trustworthy, Demeter here called back her daughter when she wandered, searching for her. εἰμί δέ ὁ πρυτανεῖον πέτρα πλησίον ἀνακληθρίς ὁ πέτρα ὀνομάζω ὡς Δημήτηρ εἰ ὁ πιστός ὅτε ὁ παῖς πλανάομαι ζητέω καί ἐνταῦθα ἀνακαλέω αὐτός 0
1.43.2 3 ἐοικότα δὲ τῷ λόγῳ δρῶσιν ἐς ἡμᾶς ἔτι αἱ Μεγαρέων γυναῖκες. Even to our time, the women of Megara perform rites appropriate to this tradition. ἔοικα δέ ὁ λόγος δράω εἰς ἐγώ ἔτι ὁ Μεγαρεύς γυνή 0
1.43.3 1 εἰσὶ δὲ τάφοι Μεγαρεῦσιν ἐν τῇ πόλει· καὶ τὸν μὲν τοῖς ἀποθανοῦσιν ἐποίησαν κατὰ τὴν ἐπιστρατείαν τοῦ Μήδου, τὸ δὲ Αἰσύμνιον καλούμενον μνῆμα ἦν καὶ τοῦτο ἡρώων. In the city of the Megarians there are tombs: one they built for those who died in the campaign against the Medes, and another monument called the Aisymnion, which also is a memorial for heroes. εἰμί δέ τάφος Μεγαρεύς ἐν ὁ πόλις καί ὁ μέν ὁ ἀποθνῄσκω ποιέω κατά ὁ ἐπιστρατεία ὁ Μήδος ὁ δέ αἰσύμνιον καλέω μνῆμα εἰμί καί οὗτος ἥρως 0
1.43.3 2 Ὑπερίονος δὲ τοῦ Ἀγαμέμνονος--- οὗτος γὰρ Μεγαρέων ἐβασίλευσεν ὕστατος---τούτου τοῦ ἀνδρὸς ἀποθανόντος ὑπὸ Σανδίονος διὰ πλεονεξίαν καὶ ὕβριν, βασιλεύεσθαι μὲν οὐκέτι ὑπὸ ἑνὸς ἐδόκει σφίσιν, εἶναι δὲ ἄρχοντας αἱρετοὺς καὶ ἀνὰ μέρος ἀκούειν ἀλλήλων. Hyperion, the son of Agamemnon—for he was the last king of the Megarians—after this man's death at the hands of Sandion due to greed and hubris, they decided no longer to have a single ruler, but instead to choose magistrates and to obey one another by turns. Ὑπερίων δέ ὁ Ἀγαμέμνων οὗτος γάρ Μεγαρεύς βασιλεύω ὕστατος οὗτος ὁ ἀνήρ ἀποθνῄσκω ὑπό Σανδίων διά πλεονεξία καί ὕβρις βασιλεύω μέν οὐκέτι ὑπό εἷς δοκέω σφεῖς εἰμί δέ ἄρχω αἱρετός καί ἀνά μέρος ἀκούω ἀλλήλων 0
1.43.3 3 ἐνταῦθα Αἴσυμνος οὐδενὸς τὰ ἐς δόξαν Μεγαρέων δεύτερος παρὰ τὸν θεὸν ἦλθεν ἐς Δελφούς, ἐλθὼν δὲ ἠρώτα τρόπον τίνα εὐδαιμονήσουσι· Then Aisymnos, second to none in reputation among the Megarians, went after the god to Delphi and asked by what means they might prosper. ἐνταῦθα αἴσυμνος οὐδείς ὁ εἰς δόξα Μεγαρεύς δεύτερος παρά ὁ θεός ἔρχομαι εἰς Δελφοί ἔρχομαι δέ ἐρωτάω τρόπος τίς εὐδαιμονέω 0
1.43.3 4 καί οἱ καὶ ἄλλα ὁ θεὸς ἔχρησε καὶ Μεγαρέας εὖ πράξειν, ἢν μετὰ τῶν πλειόνων βουλεύσωνται. The god delivered to him other oracles as well, including that the Megarians would fare well if they took counsel together with the majority. καί ὁ καί ἄλλος ὁ θεός χράομαι καί Μεγαρεύς εὖ πράσσω ἐάν μετά ὁ πλείων βουλεύω 0
1.43.3 5 τοῦτο τὸ ἔπος ἐς τοὺς τεθνεῶτας ἔχειν νομίζοντες βουλευτήριον ἐνταῦθα ᾠκοδόμησαν, ἵνα σφίσιν ὁ τάφος τῶν ἡρώων ἐντὸς τοῦ βουλευτηρίου γένηται. Regarding this pronouncement as applying even to the dead, they built there a council-house, so that the tomb of the heroes might be within the council-house itself. οὗτος ὁ ἔπος εἰς ὁ θνῄσκω ἔχω νομίζω βουλευτήριον ἐνταῦθα οἰκοδομέω ἵνα σφεῖς ὁ τάφος ὁ ἥρως ἐντός ὁ βουλευτήριον γίγνομαι 0
1.43.4 1 ἐντεῦθεν πρὸς τὸ Ἀλκάθου βαδίζουσιν ἡρῷον, ᾧ Μεγαρεῖς ἐς γραμμάτων φυλακὴν ἐχρῶντο ἐπʼ ἐμοῦ, μνῆμα ἔλεγον τὸ μὲν Πυργοῦς εἶναι γυναικὸς Ἀλκάθου πρὶν ἢ τὴν Μεγαρέως αὐτὸν λαβεῖν Εὐαίχμην, τὸ δὲ Ἰφινόης Ἀλκάθου θυγατρός· From here, as one goes toward the sanctuary of Alcathous is a hero-shrine, which the Megarians used as a record-house during my time. ἐντεῦθεν πρός ὁ Ἀλκάθους βαδίζω ἡρῷον ὅς Μεγαρεύς εἰς γράμμα φυλακή χράομαι ἐπί ἐγώ μνῆμα λέγω ὁ μέν πυργοῦς εἰμί γυνή Ἀλκάθους πρίν ἤ ὁ Μεγαρεύς αὐτός λαμβάνω εὔαχμην ὁ δέ Ἰφινόη Ἀλκάθους θυγάτηρ 0
1.43.4 2 ἀποθανεῖν δὲ αὐτήν φασιν ἔτι παρθένον. They said it was a tomb, partly for Pyrgo, Alcathous' wife before he married Euaechme, the daughter of Megareus, and partly for his daughter Iphinoe, who, they say, died while still a maiden. ἀποθνῄσκω δέ αὐτός φημί ἔτι παρθένος 0
1.43.4 3 καθέστηκε δὲ ταῖς κόραις χοὰς πρὸς τὸ τῆς Ἰφινόης μνῆμα προσφέρειν πρὸ γάμου καὶ ἀπάρχεσθαι τῶν τριχῶν, καθὰ καὶ τῇ Ἑκαέργῃ καὶ Ὤπιδι αἱ θυγατέρες ποτὲ ἀπεκείροντο αἱ Δηλίων. It is customary for young girls to pour libations at the tomb of Iphinoe before their wedding and to offer their hair as an initial dedication, just as the girls of Delos once cut their locks in honor of Hekaerge and Opis. καθίστημι δέ ὁ κόρη χοή πρός ὁ ὁ Ἰφινόη μνῆμα προσφέρω πρό γάμος καί ἀπάρχομαι ὁ τρίχα καθά καί ὁ Ἑκαέργη καί ὄπις ὁ θυγάτηρ ποτέ ἀποκείρω ὁ δήλιος 0
1.43.5 1 παρὰ δὲ τὴν ἔσοδον τὴν ἐς τὸ Διονύσιον τάφος ἐστὶν Ἀστυκρατείας καὶ Μαντοῦς· Beside the entrance to the sanctuary of Dionysus there is the tomb of Astycrateia and of Manto. παρά δέ ὁ ἔσοδος ὁ εἰς ὁ διονύσιος τάφος εἰμί Ἀστυκρατεία καί μάντις 0
1.43.5 2 θυγατέρες δὲ ἦσαν Πολυίδου τοῦ Κοιράνου τοῦ Ἄβαντος τοῦ Μελάμποδος ἐς Μέγαρα δʼ ἐλθόντος Ἀλκάθουν ἐπὶ τῷ φόνῳ τῷ Καλλιπόλιδος καθῆραι τοῦ παιδός. They were daughters of Polyidus, son of Coeranus, son of Abas, son of Melampus, who came to Megara to purify Alcathous from the killing of his son Callipolis. θυγάτηρ δέ εἰμί Πολύειδος ὁ κοίρανος ὁ Ἄβας ὁ Μελάμπους εἰς Μέγαρα δέ ἔρχομαι Ἀλκάθους ἐπί ὁ φόνος ὁ Καλλιπίς καθαίρω ὁ παῖς 0
1.43.5 3 ᾠκοδόμησε δὴ καὶ τῷ Διονύσῳ τὸ ἱερὸν Πολύιδος καὶ ξόανον ἀνέθηκεν ἀποκεκρυμμένον ἐφʼ ἡμῶν πλὴν τοῦ προσώπου· It was Polyidus who built the sanctuary for Dionysus and dedicated the wooden image, which in my time remains concealed except for the face. οἰκοδομέω δή καί ὁ Διόνυσος ὁ ἱερός Πολύιδος καί ξόανον ἀνατίθημι ἀποκρύπτω ἐπί ἐγώ πλήν ὁ πρόσωπον 0
1.43.5 4 τοῦτο δέ ἐστι τὸ φανερόν. This portion alone being visible. οὗτος δέ εἰμί ὁ φανερός 0
1.43.5 5 Σάτυρος δὲ παρέστηκεν αὐτῷ Πραξιτέλους ἔργον Παρίου λίθου. Standing next to this god is a satyr of Parian marble, a work of Praxiteles. Σάτυρος δέ παρίστημι αὐτός Πραξιτέλης ἔργον Πάριος λίθος 0
1.43.5 6 τοῦτον μὲν δὴ Πατρῷον καλοῦσιν· This statue they call Patroos ("Ancestral"). οὗτος μέν δή πατρῷος καλέω 0
1.43.5 7 ἕτερον δὲ Διόνυσον Δασύλλιον ἐπονομάζοντες Εὐχήνορα τὸν Κοιράνου τοῦ Πολυίδου τὸ ἄγαλμα ἀναθεῖναι λέγουσι. While another Dionysus they name Dasyllius, saying it was dedicated by Euchenor, son of Coeranus, son of Polyidus. ἕτερος δέ Διόνυσος δάσυλλιον ἐπονομάζω εὐχήνωρ ὁ κοίρανος ὁ Πολύειδος ὁ ἄγαλμα ἀνατίθημι λέγω 0
1.43.6 1 μετὰ δὲ τοῦ Διονύσου τὸ ἱερόν ἐστιν Ἀφροδίτης ναός. Next to the sanctuary of Dionysus is a temple of Aphrodite. μετά δέ ὁ Διόνυσος ὁ ἱερόν εἰμί Ἀφροδίτη ναός 0
1.43.6 2 ἄγαλμα δὲ ἐλέφαντος Ἀφροδίτη πεποιημένον Πρᾶξις ἐπίκλησιν. Inside is a statue of Aphrodite made of ivory, named Praxis. ἄγαλμα δέ ἐλέφας Ἀφροδίτη ποιέω πρᾶξις ἐπίκλησις 0
1.43.6 3 τοῦτό ἐστιν ἀρχαιότατον ἐν τῷ ναῷ· This is the most ancient artifact within the temple. οὗτος εἰμί ἀρχαῖος ἐν ὁ ναός 0
1.43.6 4 Πειθὼ δὲ καὶ ἑτέρα θεός, ἣν Παρήγορον ὀνομάζουσιν, ἔργα Πραξιτέλους· Statues representing Persuasion and another goddess whom they call Comforter are works by Praxiteles. Πειθώ δέ καί ἕτερος θεός ὅς παρήγορος ὀνομάζω ἔργον Πραξιτέλης 0
1.43.6 5 Σκόπα δὲ Ἔρως καὶ Ἵμερος καὶ Πόθος, εἰ δὴ διάφορά ἐστι κατὰ ταὐτὸ τοῖς ὀνόμασι καὶ τὰ ἔργα σφίσι. Eros, Himeros ("Desire"), and Pothos ("Yearning") were sculpted by Scopas, if indeed there is a difference between these deities according to their several names and statues. σκόπας δέ ἔρως καί ἵμερος καί πόθος εἰ δή διαφορά εἰμί κατά αὐτός ὁ ὄνομα καί ὁ ἔργον σφεῖς 0
1.43.6 6 πλησίον δὲ τοῦ τῆς Ἀφροδίτης ναοῦ Τύχης ἐστὶν ἱερόν, Πραξιτέλους καὶ αὕτη τέχνη· Near Aphrodite’s temple stands a sanctuary dedicated to Tyche, and this image too is a work of Praxiteles. πλησίον δέ ὁ ὁ Ἀφροδίτη ναός τύχη εἰμί ἱερόν Πραξιτέλης καί οὗτος τέχνη 0
1.43.6 7 καὶ ἐν τῷ ναῷ τῷ πλησίον Μούσας καὶ χαλκοῦν Δία ἐποίησε Λύσιππος. Lysippus created the bronze statue of Zeus together with the Muses housed within the adjacent temple. καί ἐν ὁ ναός ὁ πλησίον Μοῦσα καί χαλκοῦς διά ποιέω Λύσιππος 0
1.43.7 1 ἔστι δὲ Μεγαρεῦσι καὶ Κοροίβου τάφος· The Megarians also possess the tomb of Coroebus; εἰμί δέ Μεγαρεύς καί Κόροιβος τάφος 0
1.43.7 2 τὰ δὲ ἐς αὐτὸν ἔπη κοινὰ ὅμως ὄντα τοῖς Ἀργείων ἐνταῦθα δηλώσω. nevertheless, I shall here relate the tale associated with him, though it concerns equally the Argives. ὁ δέ εἰς αὐτός ἔπος κοινός ὅμως εἰμί ὁ Ἀργεῖος ἐνταῦθα δηλόω 0
1.43.7 3 ἐπὶ Κροτώπου λέγουσιν ἐν Ἄργει βασιλεύοντος Ψαμάθην τὴν Κροτώπου τεκεῖν παῖδα ἐξ Ἀπόλλωνος, It is related that during the reign of Crotopus in Argos, Psamathe, the daughter of King Crotopus, bore a child to Apollo. ἐπί Κροτώπος λέγω ἐν Ἄργος βασιλεύω Ψαμάθη ὁ Κροτώπος τίκτω παῖς ἐκ Ἀπόλλων 0
1.43.7 4 ἐχομένην δὲ ἰσχυρῶς τοῦ πατρὸς δείματι τὸν παῖδα ἐκθεῖναι· Through great fear of her father she exposed the infant. κεῖμαι δέ ἰσχυρῶς ὁ πατήρ δείμα ὁ παῖς ἐκτίθημι 0
1.43.7 5 καὶ τὸν μὲν διαφθείρουσιν ἐπιτυχόντες ἐκ τῆς ποίμνης κύνες τῆς Κροτώπου, The child was discovered and torn apart by Crotopus' shepherd dogs; καί ὁ μέν διαφθείρω ἐπιτυγχάνω ἐκ ὁ ποίμνη κύων ὁ Κροτώπος 0
1.43.7 6 Ἀπόλλων δὲ Ἀργείοις ἐς τὴν πόλιν πέμπει Ποινήν. in retribution, Apollo sent against the Argives a vengeful spirit, named Poine ("Punishment"). Ἀπόλλων δέ Ἀργεῖος εἰς ὁ πόλις πέμπω ποινή 0
1.43.7 7 ταύτην τοὺς παῖδας ἀπὸ τῶν μητέρων φασὶν ἁρπάζειν, ἐς ὃ Κόροιβος ἐς χάριν Ἀργείοις φονεύει τὴν Ποινήν. They say this being seized children away from their mothers, until Coroebus, seeking to earn the Argives' gratitude, slew Poine. οὗτος ὁ παῖς ἀπό ὁ μήτηρ φημί ἁρπάζω εἰς ὅς Κόροιβος εἰς χάρις Ἀργεῖος φονεύω ὁ ποινή 0
1.43.7 8 οὐ γὰρ ἀνίει σφᾶς δεύτερα ἐπιπεσοῦσα νόσος λοιμώδης. But after he had killed her, a second disaster, a deadly plague, descended upon them and would not relent. οὐ γάρ ἀνίημι σφεῖς δεύτερος ἐπιπίπτω νόσος λοιμώδης 0
1.43.7 9 φονεύσας δὲ Κόροιβος ἑκὼν ἦλθεν ἐς Δελφοὺς ὑφέξων δίκας τῷ θεῷ τοῦ φόνου τῆς Ποινῆς. Therefore Coroebus willingly journeyed to Delphi, intending to submit himself to the god's judgment for the slaying of Poine. φονεύω δέ Κόροιβος ἑκών ἔρχομαι εἰς Δελφοί ὑφέξω δίκη ὁ θεός ὁ φόνος ὁ ποινή 0
1.43.8 1 ἐς μὲν δὴ τὸ Ἄργος ἀναστρέφειν οὐκ εἴα Κόροιβον ἡ Πυθία, τρίποδα δὲ ἀράμενον φέρειν ἐκέλευεν ἐκ τοῦ ἱεροῦ, καὶ ἔνθα ἂν ἐκπέσῃ οἱ φέροντι ὁ τρίπους, ἐνταῦθα Ἀπόλλωνος οἰκοδομῆσαι ναὸν καὶ αὐτὸν οἰκῆσαι. The Pythia did not permit Coroebus to return to Argos; instead, she ordered him to take up a tripod from the sanctuary and carry it off, instructing him to build a temple to Apollo and dwell wherever it should fall from his hands. εἰς μέν δή ὁ Ἄργος ἀναστρέφω οὐ εἶα Κόροιβος ὁ Πυθία τρίπους δέ αἴρω φέρω κελεύω ἐκ ὁ ἱερόν καί ἔνθα ἄν ἐκπίπτω ὁ φέρω ὁ τρίπους ἐνταῦθα Ἀπόλλων οἰκοδομέω ναός καί αὐτός οἰκέω 0
1.43.8 2 καὶ ὁ τρίπους κατὰ τὸ ὄρος τὴν Γερανίαν ἀπολισθὼν ἔλαθεν αὐτοῦ ἐκπεσών· καὶ Τριποδίσκους κώμην ἐνταῦθα οἰκῆσαι. As Coroebus was carrying the tripod, it slipped unnoticed from him and fell upon Mount Gerania; there he founded the village called Tripodiscus. καί ὁ τρίπους κατά ὁ ὄρος ὁ γερανία ἀπολισθάνω λανθάνω αὐτός ἐκπίπτω καί τριποδίσκος κώμη ἐνταῦθα οἰκέω 0
1.43.8 3 Κοροίβῳ δέ ἐστι τάφος ἐν τῇ Μεγαρέων ἀγορᾷ· γέγραπται δὲ ἐλεγεῖα τὰ ἐς Ψαμάθην καὶ τὰ ἐς αὐτὸν ἔχοντα Κόροιβον, καὶ δὴ καὶ ἐπίθημά ἐστι τῷ τάφῳ Κόροιβος φονεύων τὴν Ποινήν. Coroebus has a tomb in the market-place of Megara, upon which are inscribed elegiac verses explicitly mentioning both Psamathe and Coroebus himself, along with an inscription indicating, "Coroebus, the slayer of Poine." κοροῖβος δέ εἰμί τάφος ἐν ὁ Μεγαρεύς ἀγορά γράφω δέ ἐλεγεία ὁ εἰς Ψαμάθη καί ὁ εἰς αὐτός ἔχω Κόροιβος καί δή καί ἐπίθημα εἰμί ὁ τάφος Κόροιβος φονεύω ὁ ποινή 0
1.43.8 4 ταῦτα ἀγάλματα παλαιότατα, ὁπόσα λίθου πεποιημένα ἐστὶν Ἕλλησιν, ἰδὼν οἶδα. These images are the most ancient statues of stone that I have seen among the Greeks. οὗτος ἄγαλμα παλαιότατος ὁπόσος λίθος ποιέω εἰμί Ἕλλην ὁράω οἶδα 0