Word-level lemma forms extracted for each sentence
| Passage | Sentence | Greek | English | Lemma Forms | Missing |
|---|---|---|---|---|---|
| 1.44.1 | 1 | Κοροίβου δὲ τέθαπται πλησίον Ὄρσιππος. | Next to the tomb of Coroebus is buried Orsippus. | Κόροιβος δέ θάπτω πλησίον ὀρσίππος | 0 |
| 1.44.1 | 2 | ὃς περιεζωσμένων ἐν τοῖς ἀγῶσι κατὰ δὴ παλαιὸν ἔθος τῶν ἀθλητῶν Ὀλύμπια ἐνίκα στάδιον δραμὼν γυμνός. | It was he who, when the athletes in competitions formerly wore loin-cloths according to ancient custom, won the Olympic victory in the foot-race while running naked. | ὅς περιζώννυμι ἐν ὁ ἀγών κατά δή παλαιός ἔθος ὁ ἀθλητής Ὀλύμπια νικάω στάδιον τρέχω γυμνός | 0 |
| 1.44.1 | 3 | φασὶ δὲ καὶ στρατηγοῦντα ὕστερον τὸν Ὄρσιππον ἀποτεμέσθαι χώραν τῶν προσοίκων. | They say also that afterwards, while commanding as general, Orsippus annexed territory from his neighbors. | φημί δέ καί στρατηγοῦντα ὕστερον ὁ ὀρσίππος ἀποτέμνω χώρα ὁ προσῴκω | 0 |
| 1.44.1 | 4 | δοκῶ δέ οἱ καὶ ἐν Ὀλυμπίᾳ τὸ περίζωμα ἑκόντι περιρρυῆναι, γνόντι ὡς ἀνδρὸς περιεζωσμένου δραμεῖν ῥᾴων ἐστὶν ἀνὴρ γυμνὸς. | I myself suppose that at Olympia he intentionally let his loin-cloth slip off, realizing that a naked man could run with much greater ease than one encumbered by clothing. | δοκέω δέ ὁ καί ἐν Ὀλυμπία ὁ περίζωμα ἑκών περιρρέω γιγνώσκω ὡς ἀνήρ περιζώννυμι δράω ῥᾴδιος εἰμί ἀνήρ γυμνός | 0 |
| 1.44.2 | 1 | ἐκ δὲ τῆς ἀγορᾶς κατιοῦσι τῆς ὁδοῦ τῆς Εὐθείας καλουμένης Ἀπόλλωνος ἱερόν ἐστιν ἐν δεξιᾷ Προστατηρίου· | As you leave the marketplace via the road called Straight, there is on the right-hand side the sanctuary of Apollo Prostaterios ("the Protector"). | ἐκ δέ ὁ ἀγορά κάτειμι ὁ ὁδός ὁ εὐθεία καλέω Ἀπόλλων ἱερόν εἰμί ἐν δεξιός προστατήριος | 0 |
| 1.44.2 | 2 | τοῦτο ὀλίγον ἐκτραπέντα ἔστιν ἐκ τῆς ὁδοῦ ἀνευρεῖν. | To find this sanctuary, you must deviate only slightly from the main road. | οὗτος ὀλίγος ἐκτρέπω εἰμί ἐκ ὁ ὁδός ἀνευρίσκω | 0 |
| 1.44.2 | 3 | Ἀπόλλων δὲ ἐν αὐτῷ κεῖται θέας ἄξιος καὶ Ἄρτεμις καὶ Λητὼ καὶ ἄλλα ἀγάλματά ἐστι Πραξιτέλους ποιήσαντος Λητὼ καὶ οἱ παῖδες. | Within it is Apollo himself, worthy of viewing, along with Artemis and Leto, and other statues, among them Leto and her children, created by Praxiteles. | Ἀπόλλων δέ ἐν αὐτός κεῖμαι θέα ἄξιος καί Ἄρτεμις καί Λητώ καί ἄλλος ἄγαλμα εἰμί Πραξιτέλης ποιέω Λητώ καί ὁ παῖς | 0 |
| 1.44.2 | 4 | ἔστι δὲ ἐν τῷ γυμνασίῳ τῷ ἀρχαίῳ πλησίον πυλῶν καλουμένων Νυμφάδων λίθος παρεχόμενος πυραμίδος σχῆμα οὐ μεγάλης· | Nearby, in the ancient gymnasium, close to gates known as the Nymphades, there is a stone shaped like a small pyramid. | εἰμί δέ ἐν ὁ γυμνάσιον ὁ ἀρχαῖος πλησίον πύλη καλέω νύμφη λίθος παρέχομαι πυραμίς σχῆμα οὐ μέγας | 0 |
| 1.44.2 | 5 | τοῦτον Ἀπόλλωνα ὀνομάζουσι Καρινόν, καὶ Εἰλειθυιῶν ἐστιν ἐνταῦθα ἱερόν. | This they call Apollo Karinos; here too is a sanctuary of the Eileithyiae (Goddesses of Childbirth). | οὗτος Ἀπόλλων ὀνομάζω Καρινός καί Εἰλειθυῖα εἰμί ἐνταῦθα ἱερόν | 0 |
| 1.44.2 | 6 | τοσαῦτά σφισιν ἐς ἐπίδειξιν παρείχετο ἡ πόλις· | Such were the noteworthy sights that this city offered. | τοσοῦτος σφεῖς εἰς ἐπίδειξις παρέχω ὁ πόλις | 0 |
| 1.44.3 | 1 | ἐς δὲ τὸ ἐπίνειον, καλούμενον καὶ ἐς ἡμᾶς ἔτι Νίσαιαν, ἐς τοῦτο κατελθοῦσιν ἱερὸν Δήμητρός ἐστι Μαλοφόρου· | When you descend toward the harbor, which is still called Nisaea even in our time, there is the sanctuary of Demeter Malophoros ("Sheep-bearer"). | εἰς δέ ὁ ἐπίνειον καλέω καί εἰς ἐγώ ἔτι Νίσαια εἰς οὗτος κατέρχομαι ἱερός Δήμητρος εἰμί μαλοφόρος | 0 |
| 1.44.3 | 2 | λέγεται δὲ καὶ ἄλλα ἐς τὴν ἐπίκλησιν καὶ τοὺς πρώτους πρόβατα ἐν τῇ γῇ θρέψαντας Δήμητρα ὀνομάσαι Μαλοφόρον. | There are other explanations concerning this title; they say, in particular, that Demeter was called "Sheep-bearer" by those who first raised flocks of sheep on the land. | λέγω δέ καί ἄλλος εἰς ὁ ἐπίκλησις καί ὁ πρῶτος πρόβατον ἐν ὁ γῆ θρέπω Δήμητρα ὀνομάζω μαλοφόρος | 0 |
| 1.44.3 | 3 | καταρρυῆναι δὲ τῷ ἱερῷ τὸν ὄροφον τεκμαίροιτο ἄν τις ὑπὸ τοῦ χρόνου. | The roof of the sanctuary has fallen in, as one might see, from the passage of time. | καταρρέω δέ ὁ ἱερός ὁ ὄροφος τεκμαίρομαι ἄν τις ὑπό ὁ χρόνος | 0 |
| 1.44.3 | 4 | καὶ ἀκρόπολίς ἐστιν ἐνταῦθα ὀνομαζομένη καὶ αὐτὴ Νίσαια· | There is also an acropolis here that itself is called Nisaea. | καί ἀκρόπολις εἰμί ἐνταῦθα ὀνομάζω καί αὐτός Νίσαια | 0 |
| 1.44.3 | 5 | καταβᾶσι δὲ ἐκ τῆς ἀκροπόλεως μνῆμά ἐστι πρὸς θαλάσσῃ Λέλεγος, ὃν ἀφικόμενον βασιλεῦσαι λέγουσιν ἐξ Αἰγύπτου, παῖδα δὲ εἶναι Ποσειδῶνος καὶ Λιβύης τῆς Ἐπάφου. | When you descend from the acropolis to the sea, there is a tomb of Lelex; it is said that Lelex came from Egypt and became king of the country, and that he was the son of Poseidon by Libya, daughter of Epaphus. | καταβαίνω δέ ἐκ ὁ ἀκρόπολις μνῆμα εἰμί πρός θάλασσα Λέλεγες ὅς ἀφικνέομαι βασιλεύω λέγω ἐκ Αἴγυπτος παῖς δέ εἰμί Ποσειδῶν καί Λιβύη ὁ ἐπάφομαι | 0 |
| 1.44.3 | 6 | παρήκει δὲ παρὰ τὴν Νίσαιαν νῆσος οὐ μεγάλη Μινώα· | Near Nisaea lies a small island, Minoa. | πάρειμι δέ παρά ὁ Νίσαια νῆσος οὐ μέγας μινώς | 0 |
| 1.44.3 | 7 | ἐνταῦθα ἐν τῷ πολέμῳ τῷ πρὸς Νῖσον παρώρμει τὸ ναυτικὸν τῶν Κρητῶν. | During the war against Nisus, the Cretan fleet anchored there. | ἐνταῦθα ἐν ὁ πόλεμος ὁ πρός Νίσος παρορμάω ὁ ναυτικός ὁ Κρῆτες | 0 |
| 1.44.4 | 1 | ἡ δὲ ὀρεινὴ τῆς Μεγαρίδος τῆς Βοιωτῶν ἐστιν ὅμορος, | The mountainous region of Megaris borders on the land of the Boeotians. | ὁ δέ ὀρεινός ὁ Μεγαρίς ὁ Βοιωτός εἰμί ὅμορος | 0 |
| 1.44.4 | 2 | ἐν ᾗ Μεγαρεῦσι Παγαὶ πόλις, ἑτέρα δὲ Αἰγόσθενα ᾤκισται. | In this area lies Pagae, a city belonging to the Megarians, and another city called Aigosthena. | ἐν ὅς Μεγαρεύς πηγή πόλις ἕτερος δέ Αἰγόσθενα οἰκίζω | 0 |
| 1.44.4 | 3 | ἰοῦσι δὲ ἐς τὰς Παγὰς ἐκτραπομένοις ὀλίγον τῆς λεωφόρου πέτρα δείκνυται διὰ πάσης ἔχουσα ἐμπεπηγότας ὀιστούς, ἐς ἣν οἱ Μῆδοί ποτε ἐτόξευον ἐν τῇ νυκτί. | As one travels toward Pagae, turning aside slightly from the highway, there is shown a rock entirely pierced by arrows embedded within it, where the Medes once shot their arrows during the night. | εἶμι δέ εἰς ὁ παγά ἐκτρέπω ὀλίγος ὁ Λεωφόρος πέτρα δείκνυμι διά πᾶς ἔχω ἐμπήγνυμι ὀιστός εἰς ὅς ὁ Μῆδος ποτε τοξεύω ἐν ὁ νύξ | 0 |
| 1.44.4 | 4 | ἐν δὲ ταῖς Παγαῖς θέας ὑπελείπετο ἄξιον Ἀρτέμιδος Σωτείρας ἐπίκλησιν χαλκοῦν ἄγαλμα, μεγέθει τῷ παρὰ Μεγαρεῦσιν ἴσον καὶ σχῆμα οὐδὲν διαφόρως ἔχον. | Still preserved at Pagae is a bronze statue of Artemis surnamed Soteira ("Savior"), worthy of seeing, equal in size to the one among the Megarians and identical in form. | ἐν δέ ὁ πηγή θέα ὑπολείπω ἄξιος Ἄρτεμις σωτήρ ἐπίκλησις χαλκοῦς ἄγαλμα μέγεθος ὁ παρά Μεγαρεύς ἴσος καί σχῆμα οὐδέν διαφόρως ἔχω | 0 |
| 1.44.4 | 5 | καὶ Αἰγιαλέως ἐνταῦθά ἐστιν ἡρῷον τοῦ Ἀδράστου· | Here too is the hero-shrine of Aigialeus, the son of Adrastus. | καί Αἰγιαλεύς ἐνταῦθα εἰμί ἡρῷον ὁ Ἄδραστος | 0 |
| 1.44.4 | 6 | τοῦτον γάρ, ὅτε Ἀργεῖοι τὸ δεύτερον ἐς Θήβας ἐστράτευσαν, ὑπὸ τὴν πρώτην μάχην πρὸς Γλισᾶντι ἀποθανόντα οἱ προσήκοντες ἐς Παγὰς τῆς Μεγαρίδος κομίσαντες θάπτουσι, | For when the Argives made their second expedition against Thebes, this Aigialeus was slain fighting at Glisas during the first battle; afterward, his relatives carried his body to Pagae in Megaris and buried him there. | οὗτος γάρ ὅτε Ἀργεῖος ὁ δεύτερος εἰς Θῆβαι στρατεύω ὑπό ὁ πρῶτος μάχη πρός γλισχρός ἀποθνῄσκω ὁ προσήκω εἰς παγά ὁ Μεγαρίς κομίζω θάπτω | 0 |
| 1.44.4 | 7 | καὶ Αἰγιάλειον ἔτι καλεῖται τὸ ἡρῷον. | The hero-shrine to this day continues to bear the name Aigialeion. | καί Αἰγιάλειον ἔτι καλέω ὁ ἡρῷον | 0 |
| 1.44.5 | 1 | ἐν Αἰγοσθένοις δὲ Μελάμποδος τοῦ Ἀμυθάονός ἐστιν ἱερὸν καὶ ἀνὴρ οὐ μέγας ἐπειργασμένος ἐν στήλῃ· | In Aigosthena there is a sanctuary of Melampus, son of Amythaon, and a figure, of no great size, carved upon a stele. | ἐν Αἰγοσθένεια δέ Μελάμπους ὁ ἀμυθάων εἰμί ἱερός καί ἀνήρ οὐ μέγας ἐπειργασμένος ἐν στήλη | 0 |
| 1.44.5 | 2 | καὶ θύουσι τῷ Μελάμποδι καὶ ἀνὰ πᾶν ἔτος ἑορτὴν ἄγουσι. | They offer sacrifices to Melampus and hold a festival in his honor annually. | καί θύω ὁ Μελάμπους καί ἀνά πᾶς ἔτος ἑορτή ἄγω | 0 |
| 1.44.5 | 3 | μαντεύεσθαι δὲ οὔτε διʼ ὀνειράτων αὐτὸν οὔτε ἄλλως λέγουσι. | But they say that he does not offer oracles, neither through dreams nor in any other way. | μαντεύομαι δέ οὔτε διά ὄνειρον αὐτός οὔτε ἄλλως λέγω | 0 |
| 1.44.5 | 4 | καὶ τόδε ἄλλο ἤκουσα ἐν Ἐρενείᾳ τῇ Μεγαρέων κώμῃ, Αὐτονόην τὴν Κάδμου τῷ τε Ἀκταίωνος θανάτῳ, συμβάντι ὡς λέγεται, καὶ τῇ πάσῃ τοῦ οἴκου τοῦ πατρῴου τύχῃ περισσότερον ἀλγοῦσαν ἐνταῦθα ἐκ Θηβῶν μετοικῆσαι· | I also heard this other account in Ereneia, a village of the Megarians: Autonoe, daughter of Cadmus, struck by a deeper grief at the death of Actaeon—as tradition relates—and by the general misfortune of her paternal household, migrated from Thebes to this place. | καί ὅδε ἄλλος ἀκούω ἐν ἐρενεία ὁ Μεγαρεύς κώμη αὐτονόη ὁ Κάδμος ὁ τε Ἀκταίων θάνατος συμβαίνω ὡς λέγω καί ὁ πᾶς ὁ οἶκος ὁ πατρῷος τύχη περισσός ἀλγέω ἐνταῦθα ἐκ Θῆβαι μετοικέω | 0 |
| 1.44.5 | 5 | καὶ Αὐτονόης μνῆμά ἐστιν ἐν τῇ κώμῃ ταύτῃ. | And there is a tomb of Autonoe in this village. | καί αὐτονόη μνῆμα εἰμί ἐν ὁ κώμη οὗτος | 0 |
| 1.44.6 | 1 | ἰοῦσι δὲ ἐκ Μεγάρων ἐς Κόρινθον ἄλλοι τέ εἰσι τάφοι καὶ αὐλητοῦ Σαμίου Τηλεφάνους· ποιῆσαι δὲ τὸν τάφον Κλεοπάτραν τὴν Φιλίππου τοῦ Ἀμύντου λέγουσι. | On the road from Megara to Corinth, among other tombs, lies that of the Samian flute-player Telephanes; it is said that Cleopatra, daughter of Philip son of Amyntas, erected his grave. | εἶμι δέ ἐκ Μέγαρα εἰς Κόρινθος ἄλλος τε εἰμί τάφος καί αὐλητής Σάμιος Τηλέφανος ποιέω δέ ὁ τάφος Κλεοπάτρα ὁ Φίλιππος ὁ Ἀμύντας λέγω | 0 |
| 1.44.6 | 2 | καὶ Καρὸς τοῦ Φορωνέως μνῆμά ἐστι, τὸ μὲν ἐξ ἀρχῆς χῶμα γῆς, ὕστερον δὲ τοῦ θεοῦ χρήσαντος ἐκοσμήθη λίθῳ κογχίτῃ. | There is also a memorial to Car, son of Phoroneus, first built as merely an earthen mound, but afterward, in accordance with an oracle from the god, it was adorned with shell-stone. | καί καρός ὁ Φορωνεύς μνῆμα εἰμί ὁ μέν ἐκ ἀρχή χῶμα γῆ ὕστερον δέ ὁ θεός χράομαι κοσμέω λίθος κογχίτης | 0 |
| 1.44.6 | 3 | μόνοις δὲ Ἑλλήνων Μεγαρεῦσιν ὁ κογχίτης οὗτός ἐστι, καί σφισι καὶ ἐν τῇ πόλει πεποίηται πολλὰ ἐξ αὐτοῦ. | The Megarians alone among the Greeks possess this type of shell-stone, and they have crafted many buildings in the city from it. | μόνος δέ Ἕλλην Μεγαρεύς ὁ κογχίτης οὗτος εἰμί καί σφεῖς καί ἐν ὁ πόλις ποιέω πολύς ἐκ αὐτός | 0 |
| 1.44.6 | 4 | ἔστι δὲ ἄγαν λευκὸς καὶ ἄλλου λίθου μαλακώτερος· κόγχοι δὲ αἱ θαλάσσιαι διὰ παντὸς ἔνεισίν οἱ. | The stone itself is exceptionally white and softer than other stones, containing throughout its whole composition sea-shells. | εἰμί δέ ἄγαν λευκός καί ἄλλος λίθος μαλακός κόγχη δέ ὁ θαλάσσιος διά πᾶς εἰμί ὁ | 0 |
| 1.44.6 | 5 | αὐτὸς μὲν τοιοῦτός ἐστιν ὁ λίθος· | Such is the nature of this stone. | αὐτός μέν τοιοῦτος εἰμί ὁ λίθος | 0 |
| 1.44.6 | 6 | τὴν δὲ ὀνομαζομένην ἀπὸ Σκίρωνος καὶ ἐς τόδε Σκιρωνίδα Σκίρων , ἡνίκα Μεγαρεῦσιν ἐπολεμάρχει, πρῶτος ὡς λέγουσιν ἐποίησεν ἀνδράσιν ὁδεύειν εὐζώνοις· | The road called Scironian, named after Sciron, was first made passable, they say, for lightly equipped travelers when Sciron commanded the Megarians in war. | ὁ δέ ὀνομάζω ἀπό Σκίρων καί εἰς ὅδε Σκιρωνίς Σκίρων ἡνίκα Μεγαρεύς πολεμάρχω πρῶτος ὡς λέγω ποιέω ἀνήρ ὁδεύω εὐζωνος | 0 |
| 1.44.6 | 7 | Ἀδριανὸς δὲ ὁ βασιλεὺς καὶ οὕτως ὡς καὶ ἅρματα ἐναντία ἐλαύνεσθαι κατέστησεν εὐρυχωρῆ τε καὶ ἐπιτηδείαν εἶναι. | Later, the emperor Hadrian improved it, widening the road sufficiently and rendering it suitable even for chariots to pass each other. | Ἁδριανός δέ ὁ βασιλεύς καί οὕτως ὡς καί ἅρμα ἐναντίος ἐλαύνω καθίστημι εὐρύχωρος τε καί ἐπιτήδειος εἰμί | 0 |
| 1.44.7 | 1 | λόγοι δέ εἰσιν ἐς τὰς πέτρας, αἳ κατὰ τὸ στενὸν τῆς ὁδοῦ μάλιστα ἀνέχουσιν, ἐς μὲν τὴν Μολουρίδα, ὡς ἀπὸ ταύτης αὑτὴν ἐς θάλασσαν Ἰνὼ ῥίψαι Μελικέρτην ἔχουσα τῶν παίδων τὸν νεώτερον· | There are traditions concerning the rocks, which especially rise upon the narrow road, regarding Molouris; it was from there, they say, that Ino, holding her younger son Melicertes, threw herself into the sea. | λόγος δέ εἰμί εἰς ὁ πέτρα ὅς κατά ὁ στενός ὁ ὁδός μάλιστα ἀνέχω εἰς μέν ὁ μολουρίς ὡς ἀπό οὗτος ἑαυτῆς εἰς θάλασσα Ἰνώ ῥίπτω Μελικέρτης ἔχω ὁ παῖς ὁ νεώτερος | 0 |
| 1.44.7 | 2 | τὸν γὰρ δὴ πρεσβύτερον αὐτῶν Λέαρχον ἀπέκτεινεν ὁ πατήρ. | For Athamas, their father, had already slain his elder child Learchus. | ὁ γάρ δή πρεσβύτερος αὐτός Λέαρχος ἀποκτείνω ὁ πατήρ | 0 |
| 1.44.7 | 3 | λέγεται μὲν δὴ καὶ μανέντα δρᾶσαι ταῦτα Ἀθάμαντα, λέγεται δὲ καὶ ὡς ἐς τὴν Ἰνὼ καὶ τοὺς ἐξ αὐτῆς παῖδας χρήσαιτο ἀκρατεῖ τῷ θυμῷ τὸν συμβάντα Ὀρχομενίοις λιμὸν καὶ τὸν δοκοῦντα Φρίξου θάνατον αἰσθόμενος, οὗ τὸ θεῖον αἴτιον οὐ γενέσθαι, βουλεῦσαι δὲ ἐπὶ τούτοις πᾶσιν Ἰνὼ μητρυιὰν οὖσαν· | Some say Athamas acted thus in madness, while others relate that upon realizing that Ino, as stepmother, had plotted against Phrixus—causing the famine that befell Orchomenus and being responsible, though falsely believed, for the supposed death of Phrixus—he became uncontrollably enraged against both her and her children. | λέγω μέν δή καί μαναίνω δράω οὗτος Ἀθάμας λέγω δέ καί ὡς εἰς ὁ Ἰνώ καί ὁ ἐκ αὐτός παῖς χράομαι ἀκρατής ὁ θυμός ὁ συμβαίνω Ὀρχομένιος λιμός καί ὁ δοκέω φρίσσω θάνατος αἰσθάνομαι ὅς ὁ θεῖος αἴτιος οὐ γίγνομαι βουλεύω δέ ἐπί οὗτος πᾶς Ἰνώ μητρυιά εἰμί | 0 |
| 1.44.8 | 1 | τότε δὲ φεύγουσα ἐς θάλασσαν αὑτὴν καὶ τὸν παῖδα ἀπὸ τῆς πέτρας τῆς Μολουρίδος ἀφίησιν, | At that time, fleeing into the sea, she cast herself and her son from the cliff called Molouris. | τότε δέ φεύγω εἰς θάλασσα ἑαυτῆς καί ὁ παῖς ἀπό ὁ πέτρα ὁ Μολουρίς ἀφίημι | 0 |
| 1.44.8 | 2 | ἐξενεχθέντος δὲ ἐς τὸν Κορινθίων ἰσθμὸν ὑπὸ δελφῖνος ὡς λέγεται τοῦ παιδός, | Afterwards, as it is said, the boy was carried by a dolphin to the Isthmus of the Corinthians. | ἐκφέρω δέ εἰς ὁ Κορινθιος Ἰσθμός ὑπό δελφίς ὡς λέγω ὁ παῖς | 0 |
| 1.44.8 | 3 | τιμαὶ καὶ ἄλλαι τῷ Μελικέρτῃ δίδονται μετονομασθέντι Παλαίμονι καὶ τῶν Ἰσθμίων ἐπʼ αὐτῷ τὸν ἀγῶνα ἄγουσι. | Consequently, additional honors were awarded to Melicertes, who was renamed Palaemon, and the Isthmian contests were instituted in his honor. | τιμή καί ἄλλος ὁ Μελικέρτης δίδωμι μετονομάζω Παλαίμων καί ὁ Ἰσθμός ἐπί αὐτός ὁ ἀγών ἄγω | 0 |
| 1.44.8 | 4 | τὴν μὲν δὴ Μολουρίδα πέτραν Λευκοθέας καὶ Παλαίμονος ἱερὰν ἥγηντο· τὰς δὲ μετὰ ταύτην νομίζουσιν ἐναγεῖς, ὅτι παροικῶν σφισιν ὁ Σκίρων, ὁπόσοις τῶν ξένων ἐπετύγχανεν, ἠφίει σφᾶς ἐς τὴν θάλασσαν. | The rock Molouris they considered sacred to Leukothea and Palaemon; but they thought those rocks following it polluted, because Sciron, who dwelled near there, would hurl into the sea any foreigner he happened upon. | ὁ μέν δή μολουρίς πέτρα Λευκοθέα καί παλαίων ἱερός ἡγέομαι ὁ δέ μετά οὗτος νομίζω ἐναγής ὅτι παροικέω σφεῖς ὁ Σκίρων ὁπόσος ὁ ξένος ἐπιτυγχάνω ἀφίημι σφεῖς εἰς ὁ θάλασσα | 0 |
| 1.44.8 | 5 | χελώνη δὲ ὑπενήχετο ταῖς πέτραις τοὺς ἐσβληθέντας ἁρπάζειν· | A turtle swam beneath the cliffs, seizing those thrown down into the waters. | χελώνη δέ ὑπηνέομαι ὁ πέτρα ὁ ἐσβάλλω ἁρπάζω | 0 |
| 1.44.8 | 6 | εἰσὶ δὲ αἱ θαλάσσιαι πλὴν μεγέθους καὶ ποδῶν ὅμοιαι ταῖς χερσαίαις, πόδας δὲ ἐοικότας ἔχουσι ταῖς φώκαις. | These sea-turtles resemble land tortoises except in size and having feet like those of seals. | εἰμί δέ ὁ θαλάσσιος πλήν μέγεθος καί πούς ὅμοιος ὁ χερσαῖος πούς δέ ἔοικα ἔχω ὁ φώκαια | 0 |
| 1.44.8 | 7 | τούτων περιῆλθεν ἡ δίκη Σκίρωνα ἀφεθέντα ἐς θάλασσαν τὴν αὐτὴν ὑπὸ Θησέως. | The justice of the gods eventually overtook Sciron himself, as he was thrown into the same sea by Theseus. | οὗτος περιέρχομαι ὁ δίκη Σκίρων ἀφίημι εἰς θάλασσα ὁ αὐτός ὑπό Θησεύς | 0 |
| 1.44.9 | 1 | ἐπὶ δὲ τοῦ ὄρους τῇ ἄκρᾳ Διός ἐστιν Ἀφεσίου καλουμένου ναός· | At the summit of the mountain there is a temple of Zeus, who is called Aphesius (the Releaser). | ἐπί δέ ὁ ὄρος ὁ ἄκρος Ζεύς εἰμί Ἀφέσιος καλέω ναός | 0 |
| 1.44.9 | 2 | φασὶ δὲ ἐπὶ τοῦ συμβάντος ποτὲ τοῖς Ἕλλησιν αὐχμοῦ θύσαντος Αἰακοῦ κατά τι δὴ λόγιον τῷ Πανελληνίῳ Διὶ ἐν Αἰγίνῃ †κομίσαντα δὲ ἀφεῖναι καὶ διὰ τοῦτο Ἀφέσιον καλεῖσθαι τὸν Δία. | They say that once, during a great drought that came upon the Greeks, Aiakos sacrificed at Aegina to Zeus Panhellenius in accordance with a certain oracle; and upon performing the sacrifice, relief was granted, and for this reason Zeus is called Aphesius. | φημί δέ ἐπί ὁ συμβαίνω ποτέ ὁ Ἕλλην αὐχμός θύω Αἰακός κατά τις δή λόγιον ὁ πανελλήνιος Ζεύς ἐν Αἴγινα κομίζω δέ ἀφίημι καί διά οὗτος ἀφέσιον καλέω ὁ διά | 0 |
| 1.44.9 | 3 | ἐνταῦθα καὶ Ἀφροδίτης ἄγαλμα καὶ Ἀπόλλωνός ἐστι καὶ Πανός. | There are also here statues of Aphrodite, Apollo, and Pan. | ἐνταῦθα καί Ἀφροδίτη ἄγαλμα καί Ἀπόλλων εἰμί καί Πάν | 0 |
| 1.44.10 | 1 | προελθοῦσι δὲ ἐς τὸ πρόσω μνῆμά ἐστιν Εὐρυσθέως· | Going forward along the road there is the tomb of Eurystheus. | προέρχομαι δέ εἰς ὁ πρόσω μνῆμα εἰμί Εὐρυσθεύς | 0 |
| 1.44.10 | 2 | φεύγοντα δὲ ἐκ τῆς Ἀττικῆς μετὰ τὴν πρὸς Ἡρακλείδας μάχην ἐνταῦθα ἀποθανεῖν αὐτὸν ὑπὸ Ἰολάου λέγουσιν. | They say that, fleeing from Attica after the battle against the Heracleidae, he was killed here by Iolaus. | φεύγω δέ ἐκ ὁ Ἀττικός μετά ὁ πρός Ἡρακλείδης μάχη ἐνταῦθα ἀποθνῄσκω αὐτός ὑπό Ἰόλαος λέγω | 0 |
| 1.44.10 | 3 | ἐκ ταύτης τῆς ὁδοῦ καταβᾶσιν Ἀπόλλωνος ἱερόν ἐστι Λατῴου καὶ μετʼ αὐτὸ Μεγαρεῦσιν ὅροι πρὸς τὴν Κορινθίαν, ἔνθα Ὕλλον τὸν Ἡρακλέους μονομαχῆσαι πρὸς τὸν Ἀρκάδα Ἔχεμον λέγουσιν. | Descending from this route is a sanctuary of Apollo Latoios; just beyond it are the boundaries of Megara with Corinth, where they say Hyllus, son of Heracles, fought a duel against the Arcadian Echemos. | ἐκ οὗτος ὁ ὁδός καταβαίνω Ἀπόλλων ἱερόν εἰμί Λατώς καί μετά αὐτός Μεγαρεύς ὅρος πρός ὁ Κορινθία ἔνθα ὕλλον ὁ Ἡρακλῆς μονομαχέω πρός ὁ Ἀρκάς ἔχεμος λέγω | 0 |