Passage 1.44.2
ἐκ δὲ τῆς ἀγορᾶς κατιοῦσι τῆς ὁδοῦ τῆς Εὐθείας καλουμένης Ἀπόλλωνος ἱερόν ἐστιν ἐν δεξιᾷ Προστατηρίου· τοῦτο ὀλίγον ἐκτραπέντα ἔστιν ἐκ τῆς ὁδοῦ ἀνευρεῖν. Ἀπόλλων δὲ ἐν αὐτῷ κεῖται θέας ἄξιος καὶ Ἄρτεμις καὶ Λητὼ καὶ ἄλλα ἀγάλματά ἐστι Πραξιτέλους ποιήσαντος Λητὼ καὶ οἱ παῖδες . ἔστι δὲ ἐν τῷ γυμνασίῳ τῷ ἀρχαίῳ πλησίον πυλῶν καλουμένων Νυμφάδων λίθος παρεχόμενος πυραμίδος σχῆμα οὐ μεγάλης· τοῦτον Ἀπόλλωνα ὀνομάζουσι Καρινόν, καὶ Εἰλειθυιῶν ἐστιν ἐνταῦθα ἱερόν. τοσαῦτά σφισιν ἐς ἐπίδειξιν παρείχετο ἡ πόλις·
As you leave the marketplace via the road called Straight, there is on the right-hand side the sanctuary of Apollo Prostaterios ("the Protector"). To find this sanctuary, you must deviate only slightly from the main road. Within it is Apollo himself, worthy of viewing, along with Artemis and Leto, and other statues, among them Leto and her children, created by Praxiteles. Nearby, in the ancient gymnasium, close to gates known as the Nymphades, there is a stone shaped like a small pyramid. This they call Apollo Karinos; here too is a sanctuary of the Eileithyiae (Goddesses of Childbirth). Such were the noteworthy sights that this city offered.