Passage 1.8.4
τῆς δὲ τοῦ Δημοσθένους εἰκόνος πλησίον Ἄρεώς ἐστιν ἱερόν, ἔνθα ἀγάλματα δύο μὲν Ἀφροδίτης κεῖται, τὸ δὲ τοῦ Ἄρεως ἐποίησεν Ἀλκαμένης , τὴν δὲ Ἀθηνᾶν ἀνὴρ Πάριος, ὄνομα δὲ αὐτῷ Λόκρος . ἐνταῦθα καὶ Ἐνυοῦς ἄγαλμά ἐστιν, ἐποίησαν δὲ οἱ παῖδες οἱ Πραξιτέλους · περὶ δὲ τὸν ναὸν ἑστᾶσιν Ἡρακλῆς καὶ Θησεὺς καὶ Ἀπόλλων ἀναδούμενος ταινίᾳ τὴν κόμην, ἀνδριάντες δὲ Καλάδης Ἀθηναίοις ὡς λέγεται νόμους γράψας καὶ Πίνδαρος ἄλλα τε εὑρόμενος παρὰ Ἀθηναίων καὶ τὴν εἰκόνα, ὅτι σφᾶς ἐπῄνεσεν ᾆσμα ποιήσας.
Near the statue of Demosthenes stands a sanctuary of Ares, where there are two images of Aphrodite; the image of Ares was made by Alcamenes, while Athena was the work of a Parian named Locros. Here, too, is a statue of Enyo, made by the sons of Praxiteles. Around the temple stand statues of Heracles, Theseus, and Apollo, who is binding his hair with a ribbon. Also there are statues of Calades—who, it is said, composed laws for the Athenians—and of Pindar, who, among other reasons, is honored by the Athenians with a statue because he praised them in one of his songs.