Passage 1.19.2
---ἐς δὲ τὸ χωρίον, ὃ Κήπους ὀνομάζουσι, καὶ τῆς Ἀφροδίτης τὸν ναὸν οὐδεὶς λεγόμενός σφισίν ἐστι λόγος· οὐ μὴν οὐδὲ ἐς τὴν Ἀφροδίτην, ἣ τοῦ ναοῦ πλησίον ἕστηκε. ταύτης γὰρ σχῆμα μὲν τετράγωνον κατὰ ταὐτὰ καὶ τοῖς Ἑρμαῖς, τὸ δὲ ἐπίγραμμα σημαίνει τὴν Οὐρανίαν Ἀφροδίτην τῶν καλουμένων Μοιρῶν εἶναι πρεσβυτάτην. τὸ δὲ ἄγαλμα τῆς Ἀφροδίτης τῆς ἐν τοῖς Κήποις ἔργον ἐστὶν Ἀλκαμένους καὶ τῶν Ἀθήνῃσιν ἐν ὀλίγοις θέας ἄξιον.
Concerning the place they call the Gardens and the temple of Aphrodite there, there is no account recorded among them; nor even regarding the Aphrodite who stands near that temple. Indeed, this latter figure is square in shape, resembling the Herms; and the inscription indicates that the Heavenly Aphrodite is the eldest of those known as the Fates (Moirai). The statue of Aphrodite in the Gardens is a work by Alcamenes, and among the few objects at Athens worthy of seeing.