Passage 1.2.1
ἐσελθόντων δὲ ἐς τὴν πόλιν ἐστὶν Ἀντιόπης μνῆμα Ἀμαζόνος. ταύτην τὴν Ἀντιόπην Πίνδαρος μέν φησιν ὑπὸ Πειρίθου καὶ Θησέως ἁρπασθῆναι, Τροιζηνίῳ δὲ Ἡγίᾳ τοιάδε ἐς αὐτὴν πεποίηται· Ἡρακλέα Θεμίσκυραν πολιορκοῦντα τὴν ἐπὶ Θερμώδοντι ἑλεῖν μὴ δύνασθαι, Θησέως δὲ ἐρασθεῖσαν Ἀντιόπην--- στρατεῦσαι γὰρ ἅμα Ἡρακλεῖ καὶ Θησέα---παραδοῦναι τε τὸ χωρίον. τάδε μὲν Ἡγίας πεποίηκεν· Ἀθηναῖοι δέ φασιν, ἐπεί τε ἦλθον Ἀμαζόνες, Ἀντιόπην μὲν ὑπὸ Μολπαδίας τοξευθῆναι, Μολπαδίαν δὲ ἀποθανεῖν ὑπὸ Θησέως. καὶ μνῆμά ἐστι καὶ Μολπαδίας Ἀθηναίοις.
When one enters the city, there is the tomb of Antiope the Amazon. Pindar says that this Antiope was seized by Pirithous and Theseus, but Hegias of Troezen has composed the following account about her: that while Heracles was besieging Themiskyra on the Thermodon and was unable to take it, Antiope, having fallen in love with Theseus (as Theseus was campaigning together with Heracles), surrendered the city. Such is Hegias's account. However, the Athenians themselves say that when the Amazons came, Antiope was shot by Molpadia, and Molpadia was killed by Theseus. And the Athenians also possess the tomb of Molpadia.