Passage 10.9.10
τούτους μὲν δὴ ἐποίησε Τίσανδρος , τοὺς δὲ ἐφεξῆς Ἄλυπος Σικυώνιος, Θεόπομπον Μύνδιον καὶ Κλεομήδην Σάμιον καὶ ἐξ Εὐβοίας Ἀριστοκλέα τε Καρύστιον καὶ Αὐτόνομον Ἐρετριέα καὶ Ἀριστόφαντον Κορίνθιον καὶ Ἀπολλόδωρον Τροιζήνιον καὶ ἐξ Ἐπιδαύρου Δίωνα τῆς ἐν τῇ Ἀργολίδι. ἐχόμενοι δὲ τούτων Ἀξιόνικός ἐστιν Ἀχαιὸς ἐκ Πελλήνης, ἐκ δὲ Ἑρμιόνος Θεάρης, καὶ Φωκεύς τε Πυρρίας καὶ Κώμων Μεγαρεὺς καὶ Ἀγασιμένης Σικυώνιος, ἐκ δὲ Ἀμβρακίας καὶ Κορίνθου τε καὶ Λευκάδος Τηλυκράτης καὶ Πυθόδοτος Κορίνθιος καὶ Ἀμβρακιώτης Εὐαντίδας· τελευτᾷ δὲ Ἐπικυδίδας καὶ Ἐτεόνικος οἱ Λακεδαιμόνιοι· Πατροκλέους δὲ καὶ Κανάχου φασὶν ἔργα.
Tisander made these statues; those next in order were made by Alypus of Sicyon. They represent Theopompus of Myndus, Cleomedes of Samos, Aristocles of Carystus in Euboea, Autonomus from Eretria, Aristophantus of Corinth, Apollodorus of Troezen, and Dion of Epidaurus in Argolis. Following these are Axionicus, an Achaean from Pellene, Theares from Hermione, Pyrrhias from Phocis, Comon of Megara, and Agasimenes of Sicyon. From Ambracia, Corinth, and Leucas there are the statues of Telycrates, Pythodotus, a Corinthian, and Euantidas, an Ambracian. Last are Epicydidas and Eteonicus, two Lacedaemonians, said to be works by Patrocles and Canachus.