Passage 2.32.4
ἔστι δὲ καὶ τάφος Φαίδρας, ἀπέχει δὲ οὐ πολὺ τοῦ Ἱππολύτου μνήματος· τὸ δὲ οὐ πόρρω κέχωσται τῆς μυρσίνης. τοῦ δὲ Ἀσκληπιοῦ τὸ ἄγαλμα ἐποίησε μὲν Τιμόθεος , Τροιζήνιοι δὲ οὐκ Ἀσκληπιὸν ἀλλὰ εἰκόνα Ἱππολύτου φασὶν εἶναι. καὶ οἰκίαν ἰδὼν οἶδα Ἱππολύτου· πρὸ δὲ αὐτῆς ἐστιν Ἡράκλειος καλουμένη κρήνη, τὸ ὕδωρ ὡς οἱ Τροιζήνιοι λέγουσιν ἀνευρόντος Ἡρακλέους.
There is also the tomb of Phaedra, not far from the monument of Hippolytus, which itself lies close to the myrtle-tree. As for the image of Asclepius, it was made by Timotheus, but the Troezenians assert it represents not Asclepius but Hippolytus. And I have seen a dwelling said to have belonged to Hippolytus; before it is a spring called Heracleios, whose water, according to the Troezenians, was discovered by Heracles.