Passage 2.32.5
ἐν δὲ τῇ ἀκροπόλει τῆς Σθενιάδος καλουμένης ναός ἐστιν Ἀθηνᾶς, αὐτὸ δὲ εἰργάσατο τῆς θεοῦ τὸ ξόανον Κάλλων Αἰγινήτης· μαθητὴς δὲ ὁ Κάλλων ἦν Τεκταίου καὶ Ἀγγελίωνος , οἳ Δηλίοις ἐποίησαν τὸ ἄγαλμα τοῦ Ἀπόλλωνος· ὁ δὲ Ἀγγελίων καὶ Τεκταῖος παρὰ Διποίνῳ καὶ Σκύλλιδι ἐδιδάχθησαν.
On the acropolis called Stheniada there is a temple dedicated to Athena, and the wooden image of the goddess was created by Callon of Aegina. This Callon was a pupil of Tectaeus and Angelion, who made the statue of Apollo for the Delians; and Angelion and Tectaeus themselves learned their craft from Dipoinus and Scyllis.