Passage 5.17.1
ταῦτα μὲν δὴ ἔχει κατὰ τὰ προειρημένα· τῆς Ἥρας δέ ἐστιν ἐν τῷ ναῷ Διός, τὸ δὲ Ἥρας ἄγαλμα καθήμενόν ἐστιν ἐπὶ θρόνῳ· παρέστηκε δὲ γένειά τε ἔχων καὶ ἐπικείμενος κυνῆν ἐπὶ τῇ κεφαλῇ, ἔργα δέ ἐστιν ἁπλᾶ. τὰς δὲ ἐφεξῆς τούτων καθημένας ἐπὶ θρόνων Ὥρας ἐποίησεν Αἰγινήτης Σμῖλις . παρὰ δὲ αὐτὰς Θέμιδος ἅτε μητρὸς τῶν Ὡρῶν ἄγαλμα ἕστηκε Δορυκλείδου τέχνη, γένος μὲν Λακεδαιμονίου, μαθητοῦ δὲ Διποίνου καὶ Σκύλλιδος .
Thus it stands according to what I have already said. Within the temple of Zeus there is also an image of Hera, depicted seated upon a throne. Beside her stands Zeus, who wears a beard and has a helmet placed upon his head; these artworks are of simple workmanship. Next to these are the Hours, seated upon thrones in succession, works of Smilis of Aegina. Beside them stands a statue of Themis, as being the mother of the Hours, carved by Dorycleidas, a Spartan by birth and a pupil of Dipoenus and Scyllis.