Passage 1.4.5
Γαλατῶν δὲ οἱ πολλοὶ ναυσὶν ἐς τὴν Ἀσίαν διαβάντες τὰ παραθαλάσσια αὐτῆς ἐλεηλάτουν· χρόνῳ δὲ ὕστερον οἱ Πέργαμον ἔχοντες, πάλαι δὲ Τευθρανίαν καλουμένην, ἐς ταύτην Γαλάτας ἐλαύνουσιν ἀπὸ θαλάσσης. οὗτοι μὲν δὴ τὴν ἐκτὸς Σαγγαρίου χώραν ἔσχον Ἄγκυραν πόλιν ἑλόντες Φρυγῶν, ἣν Μίδας ὁ Γορδίου πρότερον ᾤκισεν---ἄγκυρα δέ, ἣν ὁ Μίδας ἀνεῦρεν, ἦν ἔτι καὶ ἐς ἐμὲ ἐν ἱερῷ Διὸς καὶ κρήνη Μίδου καλουμένη· ταύτην οἴνῳ κεράσαι Μίδαν φασὶν ἐπὶ τὴν θήραν τοῦ Σιληνοῦ---, ταύτην τε δὴ τὴν Ἄγκυραν εἷλον καὶ Πεσσινοῦντα τὴν ὑπὸ τὸ ὄρος τὴν Ἄγδιστιν, ἔνθα καὶ τὸν Ἄττην τεθάφθαι λέγουσι.
But most of the Gauls crossed over by ships into Asia and plundered its coastal regions. Later on, however, those who held Pergamon—previously called Teuthrania—drove these Gauls away from the sea into the interior. The Gauls gained control of the territory beyond the river Sangarios, capturing the Phrygian city of Ankyra, which had earlier been settled by Midas, son of Gordias. The anchor which Midas discovered was still there within my own time, preserved in the sanctuary of Zeus, as was a spring known as "the spring of Midas." It is said that Midas mixed wine from this spring when hunting Silenus. These Gauls also captured this Ankyra, and Pessinous beneath Mount Agdistis, where they say Attis lies buried.