Passage 1.3.5
ᾠκοδόμηται δὲ καὶ Μητρὸς θεῶν ἱερόν, ἣν Φειδίας εἰργάσατο, καὶ πλησίον τῶν πεντακοσίων καλουμένων βουλευτήριον, οἳ βουλεύουσιν ἐνιαυτὸν Ἀθηναίοις· Βουλαίου δὲ ἐν αὐτῷ κεῖται ξόανον Διὸς καὶ Ἀπόλλων τέχνη Πεισίου καὶ Δῆμος ἔργον Λύσωνος . τοὺς δὲ θεσμοθέτας ἔγραψε Πρωτογένης Καύνιος, Ὀλβιάδης δὲ Κάλλιππον, ὃς Ἀθηναίους ἐς Θερμοπύλας ἤγαγε φυλάξοντας τὴν ἐς τὴν Ἑλλάδα Γαλατῶν ἐσβολήν.
There is also a sanctuary built to the Mother of the Gods, a work created by Pheidias, and near it is the Council Chamber of those called the Five Hundred, who advise the Athenians for a year. Within this chamber stands a wooden image of Zeus Boulaios, as well as an Apollo crafted by Peisias and a representation of the People by Lyson. Protogenes of Caunus painted the Thesmothetai, and Olbiades painted Callippos, who led the Athenians to Thermopylae to repel the invasion of Greece by the Gauls.