Passage 10.9.6
οἱ δὲ εἰργασμένοι τὰ ἀγάλματα Παυσανίας ἐστὶν Ἀπολλωνιάτης, οὗτος μὲν τόν τε Ἀπόλλωνα καὶ Καλλιστώ, τὴν δὲ Νίκην καὶ τοῦ Ἀρκάδος τὴν εἰκόνα ὁ Σικυώνιος Δαίδαλος · Ἀντιφάνης δὲ Ἀργεῖος καὶ Σαμόλας Ἀρκάς, οὗτος μὲν τὸν Τρίφυλον καὶ Ἀζᾶνα, Ἔλατον δὲ καὶ Ἀφείδαντά τε καὶ Ἔρασον ὁ Ἀργεῖος. ταῦτα μὲν δὴ οἱ Τεγεᾶται ἔπεμψαν ἐς Δελφούς, Λακεδαιμονίους ὅτε ἐπὶ σφᾶς ἐστρατεύσαντο αἰχμαλώτους ἑλόντες·
The sculptors who made the statues were Pausanias of Apollonia, who created Apollo and Callisto, and Daidalos of Sikyon, who fashioned the Victory and the likeness of Arkas. Antiphanes of Argos and Samolas the Arkadian also worked on statues, Samolas creating Triphylos and Azan, Antiphanes the Argive fashioning Elatos, Apheidas, and Erasos. These statues were sent by the Tegeans to Delphi, after they captured Lacedaemonian prisoners when the latter had marched against them.