Passage 10.9.8
τοῦτον μὲν δὴ τὸν Ἕρμωνα Θεόκοσμος ποιήσειν ἔμελλεν ὁ Μεγαρεὺς ἅτε ὑπὸ τῶν Μεγαρέων ἐγγραφέντα ἐς τὴν πολιτείαν· οἱ δὲ Διόσκουροι Ἀντιφάνους εἰσὶν Ἀργείου καὶ ὁ μάντις τέχνη Πίσωνος ἐκ Καλαυρείας τῆς Τροιζηνίων· Ἀθηνόδωρος δὲ καὶ Δαμέας , ὁ μὲν τὴν Ἄρτεμίν τε καὶ Ποσειδῶνα εἰργάσατο, ἔτι δὲ τὸν Λύσανδρον, Ἀθηνόδωρος δὲ τὸν Ἀπόλλωνα ἐποίησε καὶ τὸν Δία·
This Hermon was destined to be made by Theokosmos of Megara, since Hermon had been enrolled as a citizen by the Megarians. The Dioskouroi statues are the work of Antiphanes of Argos, and the statue of the seer is by Pison from Kalaureia, an island belonging to the Troizenians. As for Athenodoros and Dameas, Dameas crafted Artemis, Poseidon, and also Lysander, while Athenodoros made the statues of Apollo and Zeus.