Passage 3.9.1
βασιλεύει τε δὴ Ἀγησίλαος ὁ Ἀρχιδάμου καὶ Λακεδαιμονίοις ἤρεσε διαβῆναι ναυσὶν ἐς τὴν Ἀσίαν, Ἀρταξέρξην τὸν Δαρείου αἱρήσοντας· ἐδιδάσκοντο γὰρ ὑπό τε ἄλλων τῶν ἐν τέλει καὶ μάλιστα ὑπὸ Λυσάνδρου μὴ τὸν Ἀρταξέρξην σφίσιν ἐν τῷ πρὸς Ἀθηναίους πολέμῳ, Κῦρον δὲ εἶναι τὸν τὰ χρήματα διδόντα ἐς τὰς ναῦς. Ἀγησίλαος δὲ---ἀπεδείχθη γὰρ διαβιβάσαι τε ἐς τὴν Ἀσίαν τὸν στρατὸν καὶ δυνάμεως ἡγεμὼν τῆς πεζῆς---περιέπεμπεν ἔς τε Πελοπόννησον πλὴν Ἄργους καὶ ἐς τοὺς Ἕλληνας τοὺς ἐκτὸς Ἰσθμοῦ, συμμαχεῖν σφισιν ἐπαγγέλλων.
At this time Agesilaos son of Archidamos was king, and it pleased the Lacedaemonians to sail across to Asia with the intention of overthrowing Artaxerxes, the son of Dareios. For they had been informed by persons in authority, especially Lysandros, that it had not been Artaxerxes who had supplied their ships with money in the war against Athens, but Cyrus. Agesilaos, who had been appointed to transport the army to Asia and to command the land forces, accordingly sent messages throughout the Peloponnese (except Argos), as well as to the Greeks beyond the Isthmus, inviting them to join in their alliance.