Passage 2.28.6
καὶ ὁ μὲν συνείς, οἷα ἐς τὴν ἀδελφὴν ἐξειργασμένος ἔργα ἦν, ἤλαυνε τὸ ἅρμα ἀφειδέστερον, προλαβεῖν τῆς ὁδοῦ σπεύδων πρὶν ἢ πάντας ἐπʼ αὐτὸν συλλεχθῆναι τοὺς Ἐπιδαυρίους· Δηιφόντης δὲ σὺν τοῖς παισίν---ἐγεγόνεσαν γὰρ καὶ παῖδες αὐτῷ πρότερον ἔτι υἱοὶ μὲν Ἀντιμένης καὶ Ξάνθιππός τε καὶ Ἀργεῖος, θυγάτηρ δὲ Ὀρσοβία· ταύτην Πάμφυλον τὸν Αἰγιμίου λέγουσιν ὕστερον γῆμαι·---τότε δὲ ἀναλαβόντες τὸν νεκρὸν τῆς Ὑρνηθοῦς κομίζουσιν ἐς τοῦτο τὸ χωρίον τὸ ἀνὰ χρόνον Ὑρνήθιον κληθέν.
And he, realizing what dreadful deeds he had done to his sister, drove his chariot more recklessly, eager to hasten along the road before all the Epidaurians could gather against him. Meanwhile, Deiphontes and his children—for earlier he had children by Hyrnetho: sons Antimenes, Xanthippos, and Argeios, and a daughter Orsobia, whom they say Pamphylos the son of Aigimios later married—then recovered the corpse of Hyrnetho and brought it to the place which afterwards was called Hyrnethion.