Passage 9.35.3
παρὰ δὲ Ἐτεοκλέους τοῦ Ὀρχομενίου μαθόντες τρισὶν ἤδη νομίζομεν Χάρισιν εὔχεσθαι· καὶ Ἀγγελίων τε καὶ Τεκταῖος †ὅσοι γε Διονύσου †τὸν Ἀπόλλωνα ἐργασάμενοι Δηλίοις τρεῖς ἐποίησαν ἐπὶ τῇ χειρὶ αὐτοῦ Χάριτας· καὶ Ἀθήνῃσι πρὸ τῆς ἐς τὴν ἀκρόπολιν ἐσόδου Χάριτές εἰσι καὶ αὗται τρεῖς, παρὰ δὲ αὐταῖς τελετὴν ἄγουσιν ἐς τοὺς πολλοὺς ἀπόρρητον.
Having learned from Eteocles of Orchomenus, we now customarily pray to three Graces. And Angelion and Tectaios, who fashioned an image of Apollo for the Delians, placed three Graces in his hand; also, at Athens, before the approach to the Acropolis, there are likewise three Graces, beside whom rites are conducted that must not be revealed to the multitude.