Passage 9.32.8
Αὐτολύκῳ τῷ παγκρατιάσαντι, οὗ δὴ καὶ εἰκόνα ἰδὼν οἶδα ἐν πρυτανείῳ τῷ Ἀθηναίων, τούτῳ τῷ ἀνδρὶ ἐς ἀμφισβήτησιν ὅτου δὴ κτήματος Ἐτεόνικος ἦλθεν ὁ Σπαρτιάτης· ὡς δὲ ἄρα λέγων ἡλίσκετο οὐ δίκαια---ἦν γὰρ δὴ τηνικαῦτα Ἀθηναίοις τῶν τριάκοντα ἡ ἀρχὴ καὶ παρῆν ἔτι ὁ Λύσανδρος---τούτων ἕνεκα Ἐτεόνικος πληγῶν τε ἄρχειν ἐπήρθη καὶ ἀμυνάμενον τὸν Αὐτόλυκον ἦγεν ἐπὶ Λύσανδρον, παντάπασιν ἐκεῖνον ἐς χάριν τὴν ἑαυτοῦ δικάσειν ἐλπίζων· Λύσανδρος δὲ ἀδικεῖν Ἐτεόνικον κατέγνω καὶ ἀπέπεμψεν ἀτιμάσας τῷ λόγῳ.
Autolykos, who prevailed in the pankration—whose statue I myself have seen in the Prytaneion of the Athenians—was disputed by the Spartan Eteonikos over a certain piece of property. When Eteonikos, in the course of pleading his cause, was evidently losing because he argued unjustly—for at that time in Athens the Thirty were in power, and Lysander was still present—he was moved to begin striking Autolykos. After Autolykos defended himself, Eteonikos seized him and brought him before Lysander, fully expecting Lysander to render a judgment favorable to him. But Lysander ruled that Eteonikos had acted unjustly and dismissed him, disgraced by the decision.