Passage 8.9.1
ἔστι δὲ Μαντινεῦσι ναὸς διπλοῦς μάλιστά που κατὰ μέσον τοίχῳ διειργόμενος· τοῦ ναοῦ δὲ τῇ μὲν ἄγαλμά ἐστιν Ἀσκληπιοῦ, τέχνη δὲ Ἀλκαμένους , τὸ δὲ ἕτερον Λητοῦς ἐστιν ἱερὸν καὶ τῶν παίδων· Πραξιτέλης δὲ τὰ ἀγάλματα εἰργάσατο τρίτῃ μετὰ Ἀλκαμένην ὕστερον γενεᾷ. τούτων πεποιημένα ἐστὶν ἐπὶ τῷ βάθρῳ Μοῦσαι καὶ Μαρσύας αὐλῶν. ἐνταῦθα ἀνὴρ ἐπείργασται στήλῃ Πολύβιος ὁ Λυκόρτα·
The Mantineans have a temple, remarkable for being double, divided approximately in the middle by a wall. In one part of the temple there is an image of Asclepius, made by Alcamenes; the other sanctuary is dedicated to Leto and her children, and the statues were made by Praxiteles, who lived in the third generation after Alcamenes. On their pedestal are represented the Muses and Marsyas playing the flute. Here also the figure of Polybius, son of Lycortas, is wrought in relief upon a pillar.