Pausanias Analysis

Word-level lemma forms extracted for each sentence

Chapter 2.11

PassageSentenceGreekEnglishLemma FormsMissing
2.11.1 1 ἐντεῦθεν δὲ ἀποτραπεῖσιν ἐπὶ πύλην καλουμένην Ἱεράν, οὐ πόρρω τῆς πύλης ναός ἐστιν Ἀθηνᾶς, ὃν Ἐπωπεύς ποτε ἀνέθηκε μεγέθει καὶ κόσμῳ τοὺς τότε ὑπερβεβλημένον. Turning from here toward the gate called the Sacred Gate, not far from this gate there is a temple of Athena, which was once erected by Epopeus, and which surpassed at that time all others in size and beauty. ἐντεῦθεν δέ ἀποτρέπω ἐπί πύλη καλέω ἱερός οὐ πόρρω ὁ πύλη ναός εἰμί Ἀθηνᾶ ὅς ἐπωπεύς ποτε ἀνατίθημι μέγεθος καί κόσμος ὁ τότε ὑπερβάλλω 0
2.11.1 2 ἔδει δὲ ἄρα χρόνῳ καὶ τοῦδε ἀφανισθῆναι τὴν μνήμην· κεραυνοῖς θεὸς αὐτὸν κατέκαυσε, βωμὸς δὲ ἐκεῖνος---οὐ γάρ τι ἐς αὐτὸν κατέσκηψε--- μένει καὶ ἐς τόδε οἷον Ἐπωπεὺς ἐποίησε. But this temple, too, was destined in time to lose even the remembrance of it; a god destroyed it by lightning; yet the altar—on which the bolt did not strike down—is preserved even to this day, exactly as Epopeus built it. δεῖ δέ ἄρα χρόνος καί ὅδε ἀφανίζω ὁ μνήμη κεραυνός θεός αὐτός κατακαίω βωμός δέ ἐκεῖνος οὐ γάρ τις εἰς αὐτός κατασκῆπτω μένω καί εἰς ὅδε οἷος ἐπωπεύς ποιέω 0
2.11.1 3 πρὸ τοῦ βωμοῦ δὲ αὐτῷ μνῆμα Ἐπωπεῖ κέχωσται, καὶ τοῦ τάφου πλησίον εἰσὶν Ἀποτρόπαιοι θεοί· παρὰ τούτοις δρῶσιν ὅσα Ἕλληνες ἐς ἀποτροπὴν κακῶν νομίζουσιν. Before the altar stands the tomb of Epopeus himself, and near his tomb are the gods called Averters ("Apotropaioi"); here men perform all those rites that the Greeks regard as efficacious for averting evil. πρό ὁ βωμός δέ αὐτός μνῆμα ἐπωπέω κέχωσμαι καί ὁ τάφος πλησίον εἰμί ἀποτρόπαιος θεός παρά οὗτος δράω ὅσος Ἕλλην εἰς ἀποτροπή κακός νομίζω 0
2.11.1 4 Ἐπωπέα δὲ καὶ Ἀρτέμιδι καὶ Ἀπόλλωνι τὸ πλησίον ἱερὸν ποιῆσαι λέγουσι, τὸ δὲ μετʼ αὐτὸ Ἥρας Ἄδραστον· ἀγάλματα δὲ ὑπελείπετο οὐδετέρῳ. It is said that Epopeus also established the nearby sanctuary of Artemis and Apollo, while Adrastus built the sanctuary of Hera next to them; however, no statues remain in these sanctuaries. ἐπωπός δέ καί Ἄρτεμις καί Ἀπόλλων ὁ πλησίον ἱερός ποιέω λέγω ὁ δέ μετά αὐτός Ἥρα Ἄδραστος ἄγαλμα δέ ὑπολείπω οὐδέτερος 0
2.11.1 5 βωμοὺς δὲ ὄπισθεν τοῦ Ἡραίου τὸν μὲν Πανὶ ᾠκοδόμησεν, Ἡλίῳ δὲ λίθου λευκοῦ. Behind the temple of Hera, Adrastus erected altars, one of which he built to Pan and the other to the Sun, the latter fashioned of white stone. βωμός δέ ὄπισθεν ὁ Ἡραῖος ὁ μέν Πάν οἰκοδομέω ἥλιος δέ λίθος λευκός 0
2.11.2 1 καταβαίνουσι δὲ ὡς ἐπὶ τὸ πεδίον, ἱερόν ἐστιν ἐνταῦθα Δήμητρος· As you descend towards the plain, there is here a sanctuary of Demeter. καταβαίνω δέ ὡς ἐπί ὁ πεδίον ἱερόν εἰμί ἐνταῦθα Δημήτηρ 0
2.11.2 2 ἱδρῦσαι δέ φασιν αὐτὸ Πλημναῖον ἀποδιδόντα χάριν τῇ θεῷ τοῦ παιδὸς τῆς τροφῆς. They say that Plemnaios set it up, giving thanks to the goddess for nurturing his child. ἱδρύω δέ φημί αὐτός πλημναῖος ἀποδίδωμι χάρις ὁ θεός ὁ παῖς ὁ τροφή 0
2.11.2 3 τοῦ δὲ ἱεροῦ τῆς Ἥρας, ἣν ἱδρύσατο Ἄδραστος, ὀλίγον ἀπωτέρω Καρνείου ναός ἐστιν Ἀπόλλωνος· A little further from the sanctuary of Hera, which Adrastus founded, is the temple of Apollo Karneios. ὁ δέ ἱερόν ὁ Ἥρα ὅς ἱδρύομαι Ἄδραστος ὀλίγος ἀπωτέρω Κάρνειον ναός εἰμί Ἀπόλλων 0
2.11.2 4 κίονες δὲ ἑστήκασιν ἐν αὐτῷ μόνοι, τοίχους δὲ οὐκέτι οὐδὲ ὄροφον οὔτε ἐνταῦθα εὑρήσεις οὔτε ἐν τῷ τῆς Προδρομίας Ἥρας. Only columns remain standing inside it; you will find neither walls nor roof, nor indeed will you find them in the temple of Hera Prodromia. κίων δέ ἵστημι ἐν αὐτός μόνος τοῖχος δέ οὐκέτι οὐδέ ὄροφος οὔτε ἐνταῦθα εὑρίσκω οὔτε ἐν ὁ ὁ προδρομία Ἥρα 0
2.11.2 5 τοῦτον γὰρ δὴ Φάλκης ἱδρύσατο ὁ Τημένου, τῆς ὁδοῦ οἱ τῆς ἐς Σικυῶνα Ἥραν φάμενος ὁδηγὸν γενέσθαι. For this temple was established by Phalces, the son of Temenus, who said that the goddess guided him along the route to Sicyon. οὗτος γάρ δή Φάλκης ἱδρύομαι ὁ τιθήνημι ὁ ὁδός ὁ ὁ εἰς Σικυών Ἥρα φημί ὁδηγός γίγνομαι 0
2.11.3 1 ἐκ Σικυῶνος δὲ τὴν κατʼ εὐθὺ ἐς Φλιοῦντα ἐρχομένοις καὶ ἐν ἀριστερᾷ τῆς ὁδοῦ δέκα μάλιστα ἐκτραπεῖσι στάδια, Πυραία καλούμενόν ἐστιν ἄλσος, ἱερὸν δὲ ἐν αὐτῷ Προστασίας Δήμητρος καὶ Κόρης. Going directly from Sicyon toward Phlius, if one turns off about ten stades to the left of the road, there is a grove called Pyraea, and within it a sanctuary dedicated to Demeter Prostasia ("the Protector") and Kore. ἐκ Σικυών δέ ὁ κατά εὐθύς εἰς Φλιοῦς ἔρχομαι καί ἐν ἀριστερός ὁ ὁδός δέκα μάλιστα ἐκτρέπω στάδιον πυραία καλέω εἰμί ἄλσος ἱερός δέ ἐν αὐτός προστασία Δημήτηρ καί κόρη 0
2.11.3 2 ἐνταῦθα ἐφʼ αὑτῶν οἱ ἄνδρες ἑορτὴν ἄγουσι, τὸν δὲ Νυμφῶνα καλούμενον ταῖς γυναιξὶν ἑορτάζειν παρείκασι· Here the men alone hold a festival for themselves, while they entrust to the women the celebration called the Nymphon. ἐνταῦθα ἐπί ἑαυτοῦ ὁ ἀνήρ ἑορτή ἄγω ὁ δέ νυμφών καλέω ὁ γυνή ἑορτάζω παρεικάζω 0
2.11.3 3 καὶ ἀγάλματα Διονύσου καὶ Δήμητρος καὶ Κόρης τὰ πρόσωπα φαίνοντα ἐν τῷ Νυμφῶνί ἐστιν. In the Nymphon, there are statues of Dionysus, Demeter, and Kore, whose faces alone are visible. καί ἄγαλμα Διόνυσος καί Δημήτηρ καί κόρη ὁ πρόσωπον φαίνω ἐν ὁ νυμφών εἰμί 0
2.11.3 4 ἡ δὲ ἐς Τιτάνην ὁδὸς σταδίων μέν ἐστιν ἑξήκοντα καὶ ζεύγεσιν ἄβατος διὰ στενότητα· The road to Titane is sixty stades long and is impassable by chariots due to its narrowness. ὁ δέ εἰς Τιτάνη ὁδός στάδιον μέν εἰμί ἑξήκοντα καί ζεῦγος ἄβατος διά στενότης 0
2.11.4 1 σταδίους δὲ προελθοῦσιν ἐμοὶ δοκεῖν εἴκοσι καὶ ἐν ἀριστερᾷ διαβᾶσι τὸν Ἀσωπόν, ἔστιν ἄλσος πρίνων καὶ ναὸς θεῶν ἃς Ἀθηναῖοι Σεμνὰς, Σικυώνιοι δὲ Εὐμενίδας ὀνομάζουσι· Advancing about twenty stades, as it seems to me, and crossing the river Asopus on one's left, there is a grove of holm-oaks and a temple of the goddesses whom the Athenians call the Semnai ("Venerable Ones") but the Sicyonians call the Eumenides ("Kindly Ones"). στάδιον δέ προέρχομαι ἐγώ δοκέω εἴκοσι καί ἐν ἀριστερός διαβαίνω ὁ Ἀσωπός εἰμί ἄλσος πρῖνος καί ναός θεός ὅς Ἀθηναῖος σεμνός Σικυώνιος δέ Εὐμενίδας ὀνομάζω 0
2.11.4 2 κατὰ δὲ ἔτος ἕκαστον ἑορτὴν ἡμέρᾳ μιᾷ σφισιν ἄγουσι θύοντες πρόβατα ἐγκύμονα, μελικράτῳ δὲ σπονδῇ καὶ ἄνθεσιν ἀντὶ στεφάνων χρῆσθαι νομίζουσιν. Each year they hold a festival for these goddesses lasting one day, sacrificing pregnant sheep; and they customarily use a libation of honeyed milk and flowers rather than wreaths. κατά δέ ἔτος ἕκαστος ἑορτή ἡμέρα εἷς σφεῖς ἄγω θύω πρόβατον ἔγκυμος Μελικράτης δέ σπονδή καί ἄνθος ἀντί στέφανος χράομαι νομίζω 0
2.11.4 3 ἐοικότα δὲ καὶ ἐπὶ τῷ βωμῷ τῶν Μοιρῶν δρῶσιν· ὁ δέ σφισιν ἐν ὑπαίθρῳ τοῦ ἄλσους ἐστίν. They offer similar rites at the altar of the Fates, which stands in the open air within the grove. ἔοικα δέ καί ἐπί ὁ βωμός ὁ μοῖρα δράω ὁ δέ σφεῖς ἐν ὑπαίθριος ὁ ἄλσος εἰμί 0
2.11.5 1 ἀναστρέψασι δὲ ἐς τὴν ὁδὸν διαβᾶσί τε αὖθις τὸν Ἀσωπὸν καὶ ἐς κορυφὴν ὄρους ἥξασιν, ἐνταῦθα λέγουσιν οἱ ἐπιχώριοι Τιτᾶνα οἰκῆσαι πρῶτον· εἶναι δὲ αὐτὸν ἀδελφὸν Ἡλίου καὶ ἀπὸ τούτου κληθῆναι Τιτάνην τὸ χωρίον. Turning back to the road, and after again crossing the Asopus and ascending the summit of a mountain, they arrive at a place where the locals say Titan first dwelled; this Titan was said to be a brother of Helios, and from him the region was called Titane. ἀναστρέφω δέ εἰς ὁ ὁδός διαβαίνω τε αὖθις ὁ Ἀσωπός καί εἰς κορυφή ὄρος ἥκω ἐνταῦθα λέγω ὁ ἐπιχώριος Τιτάν οἰκέω πρῶτος εἰμί δέ αὐτός ἀδελφός ἥλιος καί ἀπό οὗτος καλέω Τιτάνη ὁ χωρίον 0
2.11.5 2 δοκεῖν δὲ ἐμοὶ δεινὸς ἐγένετο ὁ Τιτὰν τὰς ὥρας τοῦ ἔτους φυλάξας καὶ ὁπότε ἥλιος σπέρματα καὶ δένδρων αὔξει καὶ πεπαίνει καρπούς, καὶ ἐπὶ τῷδε ἀδελφὸς ἐνομίσθη τοῦ Ἡλίου. To me, it seems that Titan was renowned for observing carefully the seasons of the year, especially noting when the sun promoted the growth of seeds and trees and ripened their fruits; and for this reason he was thought to be the brother of Helios. δοκέω δέ ἐγώ δεινός γίγνομαι ὁ Τιτάν ὁ ὥρα ὁ ἔτος φυλάσσω καί ὁπότε ἥλιος σπέρμα καί δένδρον αὔξω καί παπαίνω καρπός καί ἐπί ὅδε ἀδελφός νομίζω ὁ ἥλιος 0
2.11.5 3 ὕστερον δὲ Ἀλεξάνωρ ὁ Μαχάονος τοῦ Ἀσκληπιοῦ παραγενόμενος ἐς Σικυωνίαν ἐν Τιτάνῃ τὸ Ἀσκληπιεῖον ἐποίησε. At a later time, Alexanor, son of Machaon, who himself was son of Asclepius, came to Sicyonia and established the sanctuary of Asclepius at Titane. ὕστερον δέ Ἀλέξανδρος ὁ Μαχάων ὁ Ἀσκληπιός παραγίγνομαι εἰς Σικυώνιος ἐν Τιτάνη ὁ ἀσκληπιεῖον ποιέω 0
2.11.6 1 περιοικοῦσι μὲν δὴ καὶ ἄλλοι καὶ τὸ πολὺ οἰκέται τοῦ θεοῦ, καὶ κυπαρίσσων ἐστὶν ἐντὸς τοῦ περιβόλου δένδρα ἀρχαῖα· Others also dwell around the sanctuary, mostly servants of the god; within the enclosure stand ancient cypress trees. περιοικέω μέν δή καί ἄλλος καί ὁ πολύς οἰκέτης ὁ θεός καί κυπάρισσος εἰμί ἐντός ὁ περίβολος δένδρον ἀρχαῖος 0
2.11.6 2 τὸ δὲ ἄγαλμα οὔτε ὁποίου ξύλου γέγονεν ἢ μετάλλου μαθεῖν ἔστιν οὔτε τὸν ποιήσαντα ἴσασι, πλὴν εἰ μή τις ἄρα ἐς αὐτὸν τὸν Ἀλεξάνορα ἀναφέροι. As for the cult image, neither the kind of wood nor metal from which it was made can be discerned, nor do they know its maker, unless one attributes it directly to Alexanor himself. ὁ δέ ἄγαλμα οὔτε ὁποῖος ξύλον γίγνομαι ἤ μέταλλον μανθάνω εἰμί οὔτε ὁ ποιέω οἶδα πλήν εἰ μή τις ἄρα εἰς αὐτός ὁ Ἀλέξανδρος ἀναφέρω 0
2.11.6 3 φαίνεται δὲ τοῦ ἀγάλματος πρόσωπον μόνον καὶ ἄκραι χεῖρες καὶ πόδες· χιτὼν γάρ οἱ λευκὸς ἐρεοῦς καὶ ἱμάτιον ἐπιβέβληται. Only the face, the tips of its hands, and the feet of the statue are visible, since it is covered with a white woolen chiton and a himation. φαίνω δέ ὁ ἄγαλμα πρόσωπον μόνος καί ἄκρα χείρ καί πούς χιτών γάρ ὁ λευκός ἐρεύς καί ἱμάτιον ἐπιβάλλω 0
2.11.6 4 καὶ Ὑγείας δʼ ἔστι κατὰ ταὐτὸν ἄγαλμα· There is also, near it, a statue of Hygieia, fashioned in the same manner. καί ὑγεία δέ εἰμί κατά αὐτός ἄγαλμα 0
2.11.6 5 οὐκ ἂν οὐδὲ τοῦτο ἴδοις ῥᾳδίως, οὕτω περιέχουσιν αὐτὸ κόμαι τε γυναικῶν αἳ κείρονται τῇ θεῷ καὶ ἐσθῆτος Βαβυλωνίας τελαμῶνες. This one too you would not see easily, so densely is it covered with the hair of women cut as offerings to the goddess, and strips of Babylonian cloth. οὐ ἄν οὐδέ οὗτος ὁράω ῥᾳδίως οὕτως περιέχω αὐτός κόμη τε γυνή ὅς κείρω ὁ θεός καί ἐσθής βαβυλωνία τελαμών 0
2.11.6 6 ᾧ δʼ ἂν ἐνταῦθα τούτων ἱλάσασθαι θελήσῃ τις, ἀποδέδεικταί οἱ τὸ αὐτὸ σέβεσθαι τοῦτο ὃ δὴ καὶ Ὑγείαν καλοῦσι. Anyone who wishes to propitiate the deity in that place is instructed to honor equally that very image which they call Hygieia. ὅς δέ ἄν ἐνταῦθα οὗτος ἱλάσκομαι ἐθέλω τις ἀποδείκνυμι ὁ ὁ αὐτός σέβομαι οὗτος ὅς δή καί ὑγεία καλέω 0
2.11.7 1 τῷ δὲ Ἀλεξάνορι καὶ Εὐαμερίωνι---καὶ γὰρ τούτοις ἀγάλματά ἐστι---τῷ μὲν ὡς ἥρωι μετὰ ἥλιον δύναντα ἐναγίζουσιν, Εὐαμερίωνι δὲ ὡς θεῷ θύουσιν. To Alexanor and Euamerion—for there are statues of these as well—they perform sacrifices: to the former as to a hero, offering libations after sunset, but to Euamerion as to a god they sacrifice. ὁ δέ Ἀλέξανδρος καί εὐαμερίων καί γάρ οὗτος ἄγαλμα εἰμί ὁ μέν ὡς ἥρως μετά ἥλιος δύναμαι ἐναγίζω εὐαμερίων δέ ὡς θεός θύω 0
2.11.7 2 εἰ δὲ ὀρθῶς εἰκάζω, τὸν Εὐαμερίωνα τοῦτον Περγαμηνοὶ Τελεσφόρον ἐκ μαντεύματος, Ἐπιδαύριοι δὲ Ἄκεσιν ὀνομάζουσι. And if my conjecture is correct, this Euamerion is the same whom the Pergamenes, following an oracle, call Telesphoros, and whom the Epidaurians call Akesis. εἰ δέ ὀρθῶς εἰκάζω ὁ Εὐαμερίων οὗτος Περγαμηνός τελεσφόρος ἐκ μάντευμα Ἐπίδαυριος δέ ἄκεσις ὀνομάζω 0
2.11.7 3 τῆς δὲ Κορωνίδος ἔστι μὲν καὶ ταύτης ξόανον, καθίδρυται δὲ οὐδαμοῦ τοῦ ναοῦ· There is also an image of Coronis, although it is not placed anywhere within the temple itself. ὁ δέ κορωνίς εἰμί μέν καί οὗτος ξόανον καθιδρύομαι δέ οὐδαμοῦ ὁ ναός 0
2.11.7 4 θυομένων δὲ τῷ θεῷ ταύρου καὶ ἀρνὸς καὶ ὑὸς ἐς Ἀθηνᾶς ἱερὸν τὴν Κορωνίδα μετενεγκόντες ἐνταῦθα τιμῶσιν. But when sacrifices are offered to the god, consisting of a bull, a ram, and a pig, they carry Coronis to the sanctuary of Athena, and there they honor her. θύω δέ ὁ θεός ταῦρος καί ἀρνός καί ὗς εἰς Ἀθηνᾶ ἱερός ὁ κορωνίς μεταφέρω ἐνταῦθα τιμάω 0
2.11.7 5 ὁπόσα δὲ τῶν θυομένων καθαγίζουσιν, οὐδὲ ἀποχρᾷ σφισιν ἐκτέμνειν τοὺς μηρούς· χαμαὶ δὲ καίουσι πλὴν τοὺς ὄρνιθας, τούτους δὲ ἐπὶ τοῦ βωμοῦ. Whatever portions of the sacrifices they burn entirely, it is not sufficient for them merely to cut out the thighs; rather, they burn the sacrifices on the ground, except the birds, which they burn upon the altar. ὁπόσος δέ ὁ θύω καθαγίζω οὐδέ ἀποχράω σφεῖς ἐκτέμνω ὁ μηρός χαμαί δέ καίω πλήν ὁ ὄρνις οὗτος δέ ἐπί ὁ βωμός 0
2.11.8 1 τὰ δὲ ἐν τοῖς ἀετοῖς Ἡρακλῆς καὶ Νῖκαι πρὸς τοῖς πέρασίν εἰσιν. On the gables are figures of Heracles and Victories at each extremity. ὁ δέ ἐν ὁ ἀετός Ἡρακλῆς καί νίκη πρός ὁ πέρας εἰμί 0
2.11.8 2 ἀνάκειται δὲ ἀγάλματα ἐν τῇ στοᾷ Διονύσου καὶ Ἑκάτης, Ἀφροδίτη τε καὶ Μήτηρ θεῶν καὶ Τύχη· ταῦτα μὲν ξόανα, In the portico stand statues of Dionysus and Hecate, as well as Aphrodite, the Mother of the Gods, and Tyche; these are wooden images. ἀνάκειμαι δέ ἄγαλμα ἐν ὁ στοά Διόνυσος καί ἑκάτη Ἀφροδίτη τε καί μήτηρ θεός καί τύχη οὗτος μέν ξόανον 0
2.11.8 3 λίθου δὲ Ἀσκληπιὸς ἐπίκλησιν Γορτύνιος. There is also a stone statue of Asclepius, surnamed Gortynian. λίθος δέ Ἀσκληπιός ἐπίκλησις γορτύνιος 0
2.11.8 4 παρὰ δὲ τοὺς δράκοντας ἐσιέναι τοὺς ἱεροὺς οὐκ ἐθέλουσιν ὑπὸ δείματος· καταθέντες δέ σφισι πρὸ τῆς ἐσόδου τροφὴν οὐκέτι πολυπραγμονοῦσι. They will not allow the sacred serpents to enter because of fear, but having placed food for them before the entrance they do not trouble about them further. παρά δέ ὁ δράκων εἶμι ὁ ἱερός οὐ ἐθέλω ὑπό δέος κατατίθημι δέ σφεῖς πρό ὁ ἔσοδος τροφή οὐκέτι πολυπραγμονέω 0
2.11.8 5 κεῖται δὲ χαλκοῦς ἀνὴρ ἐντὸς τοῦ περιβόλου Γρανιανὸς Σικυώνιος, ὃς νίκας ἀνείλετο Ὀλυμπίασι δύο μὲν πεντάθλου καὶ σταδίου τὴν τρίτην, διαύλου δὲ ἀμφότερα καὶ γυμνὸς καὶ μετὰ τῆς ἀσπίδος. Within the enclosure stands a bronze figure of Granianus of Sicyon, who gained victories at Olympia, two in the pentathlon, a third in the stadion race, and two more in the diaulos, one as a naked runner and one in armor. κεῖμαι δέ χαλκοῦς ἀνήρ ἐντός ὁ περίβολος Γρανιανός Σικυώνιος ὅς νίκη ἀναιρέω Ὀλυμπία δύο μέν πένταθλον καί στάδιον ὁ τρίτος διάυλος δέ ἀμφότερος καί γυμνός καί μετά ὁ ἀσπίς 0