Word-level lemma forms extracted for each sentence
| Passage | Sentence | Greek | English | Lemma Forms | Missing |
|---|---|---|---|---|---|
| 2.17.1 | 1 | Μυκηνῶν δὲ ἐν ἀριστερᾷ πέντε ἀπέχει καὶ δέκα στάδια τὸ Ἡραῖον. | The Heraion is situated fifteen stades to the left of Mycenae. | Μυκῆναι δέ ἐν ἀριστερός πέντε ἀπέχω καί δέκα στάδιον ὁ Ἡραῖον | 0 |
| 2.17.1 | 2 | ῥεῖ δὲ κατὰ τὴν ὁδὸν ὕδωρ Ἐλευθέριον καλούμενον· | Along the road flows a stream known as Eleutherion. | ῥέω δέ κατά ὁ ὁδός ὕδωρ ἐλευθέριος καλέω | 0 |
| 2.17.1 | 3 | χρῶνται δὲ αὐτῷ πρὸς καθάρσια αἱ περὶ τὸ ἱερὸν καὶ τῶν θυσιῶν ἐς τὰς ἀπορρήτους. | Its water is used by the women involved in the sanctuary for purification and for the secret rites of the sacrifices. | χράομαι δέ αὐτός πρός καθάρσιον ὁ περί ὁ ἱερός καί ὁ θυσία εἰς ὁ ἀπόρρητος | 0 |
| 2.17.1 | 4 | αὐτὸ δὲ τὸ ἱερόν ἐστιν ἐν χθαμαλωτέρῳ τῆς Εὐβοίας· | The sanctuary itself lies lower than Euboea. | αὐτός δέ ὁ ἱερόν εἰμί ἐν χθαμαλός ὁ εὔβοια | 0 |
| 2.17.1 | 5 | τὸ γὰρ δὴ ὄρος τοῦτο ὀνομάζουσιν Εὔβοιαν, λέγοντες Ἀστερίωνι γενέσθαι τῷ ποταμῷ θυγατέρας Εὔβοιαν καὶ Πρόσυμναν καὶ Ἀκραίαν, εἶναι δὲ σφᾶς τροφοὺς τῆς Ἥρας· | For this mountain they call Euboea, saying that the river Asterion had daughters named Euboea, Prosymna, and Acraea, who became nurses of Hera. | ὁ γάρ δή ὄρος οὗτος ὀνομάζω εὔβοια λέγω Ἀστερίων γίγνομαι ὁ ποταμός θυγάτηρ εὔβοια καί πρόσυμνος καί ἀκραία εἰμί δέ σφεῖς τροφεύς ὁ Ἥρα | 0 |
| 2.17.2 | 1 | καὶ ἀπὸ μὲν Ἀκραίας τὸ ὄρος καλοῦσι τὸ ἀπαντικρὺ τοῦ Ἡραίου, ἀπὸ δὲ Εὐβοίας ὅσον περὶ τὸ ἱερόν, Πρόσυμναν δὲ τὴν ὑπὸ τὸ Ἡραῖον χώραν. | The mountain opposite the temple of Hera is named after Acraea, and the region around the sanctuary is called Euboea; the land beneath the Heraion, however, is known as Prosymna. | καί ἀπό μέν ἄκρα ὁ ὄρος καλέω ὁ ἀπαντικρύ ὁ Ἡραῖος ἀπό δέ εὔβοια ὅσος περί ὁ ἱερόν πρόσυμνος δέ ὁ ὑπό ὁ Ἡραῖον χώρα | 0 |
| 2.17.2 | 2 | ὁ δὲ Ἀστερίων οὗτος ῥέων ὑπὲρ τὸ Ἡραῖον ἐς φάραγγα ἐσπίπτων ἀφανίζεται. | The river Asterion, flowing above the Heraion, disappears by plunging into a chasm. | ὁ δέ Ἀστερίων οὗτος ῥέω ὑπέρ ὁ Ἡραῖον εἰς φάραγξ πίπτω ἀφανίζω | 0 |
| 2.17.2 | 3 | φύεται δὲ αὐτοῦ πόα πρὸς ταῖς ὄχθαις· ἀστερίωνα ὀνομάζουσι καὶ τὴν πόαν· ταύτην τῇ Ἥρᾳ καὶ αὐτὴν φέρουσι καὶ ἀπὸ τῶν φύλλων αὐτῆς στεφάνους πλέκουσιν. | By its banks grows an herb, called asterion after the river itself; this plant is brought as an offering to Hera, and its leaves are woven into garlands. | φύω δέ αὐτός πόα πρός ὁ ὄχθη Ἀστερίων ὀνομάζω καί ὁ πόα οὗτος ὁ Ἥρα καί αὐτός φέρω καί ἀπό ὁ φύλλον αὐτός στέφανος πλέκω | 0 |
| 2.17.3 | 1 | ἀρχιτέκτονα μὲν δὴ γενέσθαι τοῦ ναοῦ λέγουσιν Εὐπόλεμον Ἀργεῖον· | They say that the architect of the temple was Eupolemus of Argos. | ἀρχιτέκτων μέν δή γίγνομαι ὁ ναός λέγω εὔπολεμος Ἀργεῖον | 0 |
| 2.17.3 | 2 | ὁπόσα δὲ ὑπὲρ τοὺς κίονάς ἐστιν εἰργασμένα, τὰ μὲν ἐς τὴν Διὸς γένεσιν καὶ θεῶν καὶ γιγάντων μάχην ἔχει, τὰ δὲ ἐς τὸν πρὸς Τροίαν πόλεμον καὶ Ἰλίου τὴν ἅλωσιν. | The sculptures above the columns depict scenes representing the birth of Zeus and the battle between the gods and giants, while others portray episodes from the war against Troy and the capture of Ilium. | ὁπόσος δέ ὑπέρ ὁ κίων εἰμί ἐργάζομαι ὁ μέν εἰς ὁ Ζεύς γένεσις καί θεός καί γίγας μάχη ἔχω ὁ δέ εἰς ὁ πρός Τροία πόλεμος καί Ἴλιον ὁ ἅλωσις | 0 |
| 2.17.3 | 3 | ἀνδριάντες τε ἑστήκασι πρὸ τῆς ἐσόδου καὶ γυναικῶν, αἳ γεγόνασιν ἱέρειαι τῆς Ἥρας, καὶ ἡρώων ἄλλων τε καὶ Ὀρέστου· | Before the entrance stand statues of women who have served as priestesses of Hera, as well as those of heroes, among whom is Orestes. | ἀνδριάς τε ἵστημι πρό ὁ ἔσοδος καί γυνή ὅς γίγνομαι ἱέρεια ὁ Ἥρα καί ἥρως ἄλλος τε καί Ὀρέστης | 0 |
| 2.17.3 | 4 | τὸν γὰρ ἐπίγραμμα ἔχοντα, ὡς εἴη βασιλεὺς Αὔγουστος, Ὀρέστην εἶναι λέγουσιν. | Indeed, the statue inscribed as King Augustus, they claim to be Orestes. | ὁ γάρ ἐπίγραμμα ἔχω ὡς εἴην βασιλεύς Αὔγουστος Ὀρέστης εἰμί λέγω | 0 |
| 2.17.3 | 5 | ἐν δὲ τῷ προνάῳ τῇ μὲν Χάριτες ἀγάλματά ἐστιν ἀρχαῖα, ἐν δεξιᾷ δὲ κλίνη τῆς Ἥρας καὶ ἀνάθημα ἀσπὶς ἣν Μενέλαός ποτε ἀφείλετο Εὔφορβον ἐν Ἰλίῳ. | In the pronaos are ancient statues of the Graces; and on the right, the couch of Hera, and a dedicated shield—the one Menelaus once took from Euphorbus in Ilium. | ἐν δέ ὁ προνάος ὁ μέν χάρις ἄγαλμα εἰμί ἀρχαῖος ἐν δεξιός δέ κλίνη ὁ Ἥρα καί ἀνάθημα ἀσπίς ὅς Μενέλαος ποτε ἀφαιρέω εὔφορβος ἐν Ἴλιος | 0 |
| 2.17.4 | 1 | τὸ δὲ ἄγαλμα τῆς Ἥρας ἐπὶ θρόνου κάθηται μεγέθει μέγα, χρυσοῦ μὲν καὶ ἐλέφαντος, Πολυκλείτου δὲ ἔργον· | The statue of Hera sits on a throne and is of great size, made of gold and ivory, and is the work of Polycleitus. | ὁ δέ ἄγαλμα ὁ Ἥρα ἐπί θρόνος κάθημαι μέγεθος μέγας χρυσός μέν καί ἐλέφας Πολύκλειτος δέ ἔργον | 0 |
| 2.17.4 | 2 | ἔπεστι δέ οἱ στέφανος Χάριτας ἔχων καὶ Ὥρας ἐπειργασμένας, καὶ τῶν χειρῶν τῇ μὲν καρπὸν φέρει ῥοιᾶς, τῇ δὲ σκῆπτρον. | On her head is a crown wrought with figures of the Graces and the Hours. | ἔπειμι δέ ὁ στέφανος χάρις ἔχω καί ὥρα ἐξεργάζομαι καί ὁ χείρ ὁ μέν καρπός φέρω ῥοιά ὁ δέ σκῆπτρον | 0 |
| 2.17.4 | 3 | τὰ μὲν οὖν ἐς τὴν ῥοιὰν---ἀπορρητότερος γάρ ἐστιν ὁ λόγος---ἀφείσθω μοι· | In one hand she holds a pomegranate fruit, and in the other a scepter. | ὁ μέν οὖν εἰς ὁ ῥοιά ἀπορρητός γάρ εἰμί ὁ λόγος ἀφίημι ἐγώ | 0 |
| 2.17.4 | 4 | κόκκυγα δὲ ἐπὶ τῷ σκήπτρῳ καθῆσθαί φασι λέγοντες τὸν Δία, ὅτε ἤρα παρθένου τῆς Ἥρας, ἐς τοῦτον τὸν ὄρνιθα ἀλλαγῆναι, τὴν δὲ ἅτε παίγνιον θηρᾶσαι. | Now, let me pass over the account relating to the pomegranate, for it involves matters too sacred for me to disclose. | κόκκυξ δέ ἐπί ὁ σκῆπτρον κάθημαι φημί λέγω ὁ διά ὅτε ἐράω παρθένος ὁ Ἥρα εἰς οὗτος ὁ ὄρνις ἀλλαγή ὁ δέ ἅτε παίγνιον θηράω | 0 |
| 2.17.4 | 5 | τοῦτον τὸν λόγον καὶ ὅσα ἐοικότα εἴρηται περὶ θεῶν οὐκ ἀποδεχόμενος γράφω, γράφω δὲ οὐδὲν ἧσσον. | But they say that the cuckoo perched upon her scepter represents Zeus, who, when he desired the maiden Hera, changed himself into this bird, and she hunted him for amusement. | οὗτος ὁ λόγος καί ὅσος ἔοικα εἴρω περί θεός οὐ ἀποδέχομαι γράφω γράφω δέ οὐδέν ἧσσων | 0 |
| 2.17.5 | 1 | λέγεται δὲ παρεστηκέναι τῇ Ἥρᾳ τέχνη Ναυκύδους ἄγαλμα Ἥβης, ἐλέφαντος καὶ τοῦτο καὶ χρυσοῦ· παρὰ δὲ αὐτήν ἐστιν ἐπὶ κίονος ἄγαλμα Ἥρας ἀρχαῖον. | It is said that near Hera stands a statue of Hebe, a work by Naucydes, also made of ivory and gold; beside it is an ancient statue of Hera standing upon a column. | λέγω δέ παρίστημι ὁ Ἥρα τέχνη Ναυκύδης ἄγαλμα ἥβη ἐλέφας καί οὗτος καί χρυσός παρά δέ αὐτός εἰμί ἐπί κίων ἄγαλμα Ἥρα ἀρχαῖος | 0 |
| 2.17.5 | 2 | τὸ δὲ ἀρχαιότατον πεποίηται μὲν ἐξ ἀχράδος, ἀνετέθη δὲ ἐς Τίρυνθα ὑπὸ Πειράσου τοῦ Ἄργου, Τίρυνθα δὲ ἀνελόντες Ἀργεῖοι κομίζουσιν ἐς τὸ Ἡραῖον· | But the oldest image, fashioned from wild pear wood, was dedicated in Tiryns by Peirasos of Argos; afterwards, when the Argives destroyed Tiryns, they took it and conveyed it to the Heraion. | ὁ δέ ἀρχαῖος ποιέω μέν ἐκ ἀχράς ἀνατίθημι δέ εἰς Τίρυνς ὑπό πειράω ὁ Ἄργος Τίρυνς δέ ἀναιρέω Ἀργεῖος κομίζω εἰς ὁ Ἡραῖον | 0 |
| 2.17.5 | 3 | ὃ δὴ καὶ αὐτὸς εἶδον, καθήμενον ἄγαλμα οὐ μέγα. | This statue I myself have also seen: it is seated and not large. | ὅς δή καί αὐτός ὁράω κάθημαι ἄγαλμα οὐ μέγας | 0 |
| 2.17.6 | 1 | ἀναθήματα δὲ τὰ ἄξια λόγου βωμὸς ἔχων ἐπειργασμένον τὸν λεγόμενον Ἥβης καὶ Ἡρακλέους γάμον· | Among the offerings worthy of mention is an altar that has been decorated with a representation of what is called the marriage of Hebe and Heracles. | ἀνάθημα δέ ὁ ἄξιος λόγος βωμός ἔχω ἐξεργάζομαι ὁ λέγω ἥβη καί Ἡρακλῆς γάμος | 0 |
| 2.17.6 | 2 | οὗτος μὲν ἀργύρου, χρυσοῦ δὲ καὶ λίθων λαμπόντων Ἀδριανὸς βασιλεὺς ταὼν ἀνέθηκεν· | This altar is made of silver. | οὗτος μέν ἀργύριον χρυσός δέ καί λίθος λάμπω Ἁδριανός βασιλεύς ὁ ἀνατίθημι | 0 |
| 2.17.6 | 3 | ἀνέθηκε δέ, ὅτι τὴν ὄρνιθα ἱερὰν τῆς Ἥρας νομίζουσι. | Emperor Hadrian dedicated a peacock fashioned of gold and precious shining stones, presenting it because this bird is considered sacred to Hera. | ἀνατίθημι δέ ὅτι ὁ ὄρνις ἱερός ὁ Ἥρα νομίζω | 0 |
| 2.17.6 | 4 | κεῖται δὲ καὶ στέφανος χρυσοῦς καὶ πέπλος πορφύρας, Νέρωνος ταῦτα ἀναθήματα. | Also placed there are a golden crown and a purple robe, both dedicated by Nero. | κεῖμαι δέ καί στέφανος χρυσοῦς καί πέπλος πορφύρα Νέρων οὗτος ἀνάθημα | 0 |
| 2.17.7 | 1 | ἔστι δὲ ὑπὲρ τὸν ναὸν τοῦτον τοῦ προτέρου ναοῦ θεμέλιά τε καὶ εἰ δή τι ἄλλο ὑπελίπετο ἡ φλόξ. | Above this temple are the foundations of a previous temple, along with whatever else was left untouched by the fire. | εἰμί δέ ὑπέρ ὁ ναός οὗτος ὁ πρότερος ναός θεμέλιον τε καί εἰ δή τις ἄλλος ὑπολείπω ὁ φλόξ | 0 |
| 2.17.7 | 2 | κατεκαύθη δὲ τὴν ἱέρειαν τῆς Ἥρας Χρυσηίδα ὕπνου καταλαβόντος, ὅτε ὁ λύχνος πρὸ τῶν στεφανωμάτων ἥπτετο. | The fire was caused by Chrysis, the priestess of Hera, who fell asleep when the lamp was burning in front of the wreaths. | κατακαίω δέ ὁ ἱέρεια ὁ Ἥρα χρυσηίς ὕπνος καταλαμβάνω ὅτε ὁ λύχνος πρό ὁ στεφάνωμα ἅπτομαι | 0 |
| 2.17.7 | 3 | καὶ Χρυσηὶς μὲν ἀπελθοῦσα ἐς Τεγέαν τὴν Ἀθηνᾶν τὴν Ἀλέαν ἱκέτευεν· | Afterwards, Chrysis herself moved away to Tegea and there sought refuge with Athena Alea. | καί χρυσηίς μέν ἀπέρχομαι εἰς Τεγέα ὁ Ἀθηνᾶ ὁ ἀλέα ἱκετεύω | 0 |
| 2.17.7 | 4 | Ἀργεῖοι δὲ καίπερ κακοῦ τηλικούτου παρόντος σφίσι τὴν εἰκόνα οὐ καθεῖλον τῆς Χρυσηίδος, ἀνάκειται δὲ καὶ ἐς τόδε τοῦ ναοῦ τοῦ κατακαυθέντος ἔμπροσθεν. | The Argives, despite the magnitude of such a disaster, did not remove Chrysis' statue; it remains to this day placed in front of the burned temple. | Ἀργεῖος δέ καίπερ κακός τηλικούτος παρών σφεῖς ὁ εἰκών οὐ καθαιρέω ὁ χρυσηίς ἀνάκειμαι δέ καί εἰς ὅδε ὁ ναός ὁ κατακαίω ἔμπροσθεν | 0 |