Word-level lemma forms extracted for each sentence
| Passage | Sentence | Greek | English | Lemma Forms | Missing |
|---|---|---|---|---|---|
| 2.18.1 | 1 | ἐκ Μυκηνῶν δὲ ἐς Ἄργος ἐρχομένοις ἐν ἀριστερᾷ Περσέως παρὰ τὴν ὁδόν ἐστιν ἡρῷον. | On the journey from Mycenae to Argos, there is a hero-shrine of Perseus on the left beside the road. | ἐκ Μυκῆναι δέ εἰς Ἄργος ἔρχομαι ἐν ἀριστερός Περσεύς παρά ὁ ὁδός εἰμί ἡρῷον | 0 |
| 2.18.1 | 2 | ἔχει μὲν δὴ καὶ ἐνταῦθα τιμὰς παρὰ τῶν προσχωρίων, μεγίστας δὲ ἔν τε Σερίφῳ καὶ παρʼ Ἀθηναίοις , | He indeed receives honors here from the local inhabitants, but the greatest are paid to him in Seriphos and among the Athenians. | ἔχω μέν δή καί ἐνταῦθα τιμή παρά ὁ προσχώριος μέγιστος δέ εἰμί τε Σέριφος καί παρά Ἀθηναῖος | 0 |
| 2.18.1 | 3 | οἷς Περσέως τέμενος καὶ Δίκτυος καὶ Κλυμένης βωμὸς σωτήρων καλουμένων Περσέως. | The Athenians have a sacred precinct dedicated to Perseus, and within it an altar of Dictys and Clymene, who together with Perseus are named the Saviors. | ὅς Περσεύς τέμενος καί δίκτυος καί Κλυμένη βωμός σωτήρ καλέω Περσεύς | 0 |
| 2.18.1 | 4 | ἐν δὲ τῇ Ἀργείᾳ προελθοῦσιν ὀλίγον ἀπὸ τοῦ ἡρῴου τούτου Θυέστου τάφος ἐστὶν ἐν δεξιᾷ· | A short distance beyond this shrine, in Argive territory, is the tomb of Thyestes on the right side. | ἐν δέ ὁ Ἀργεία προέρχομαι ὀλίγος ἀπό ὁ Ἡρώιος οὗτος Θυέστης τάφος εἰμί ἐν δεξιός | 0 |
| 2.18.1 | 5 | λίθου δὲ ἔπεστιν αὐτῷ κριός, ὅτι τὴν ἄρνα ὁ Θυέστης ἔσχε τὴν χρυσῆν, μοιχεύσας τοῦ ἀδελφοῦ τὴν γυναῖκα. | Upon it stands a ram fashioned from stone, because Thyestes obtained the golden lamb after seducing his brother’s wife. | λίθος δέ ἔπειμι αὐτός κριός ὅτι ὁ ἀρήν ὁ Θυέστης ἔχω ὁ χρύσεος μοιχεύω ὁ ἀδελφός ὁ γυνή | 0 |
| 2.18.1 | 6 | Ἀτρέα δὲ οὐκ ἐπέσχεν ὁ λογισμὸς μετρῆσαι τὴν ἴσην, ἀλλὰ τῶν Θυέστου παίδων σφαγὰς καὶ τὰ ᾀδόμενα δεῖπνα ἐξειργάσατο. | Atreus, however, was not satisfied merely with balancing the wrong done to him; instead he carried out the murder of Thyestes’ sons and the grim banquet described in song. | Ἀτρέας δέ οὐ ἐπέχω ὁ λογισμός μετρέω ὁ ἴσος ἀλλά ὁ Θυέστης παῖς σφαγή καί ὁ ᾄδω δεῖπνον ἐξεργάζομαι | 0 |
| 2.18.2 | 1 | ὕστερον δὲ οὐκ ἔχω σαφὲς εἰπεῖν πότερον ἀδικίας ἦρξεν Αἴγισθος ἢ προϋπῆρξεν Ἀγαμέμνονι φόνος Ταντάλου τοῦ Θυέστου· | But afterwards I cannot say clearly whether Aegisthus first committed an act of injustice or whether the murder of Tantalus, the son of Thyestes, preceded this act of Agamemnon. | ὕστερον δέ οὐ ἔχω σαφής λέγω πότερος ἀδικία ἄρχω Αἴγισθος ἤ προυπάρχω Ἀγαμέμνων φόνος Τάνταλος ὁ Θυέστης | 0 |
| 2.18.2 | 2 | συνοικεῖν δέ φασιν αὐτὸν Κλυταιμνήστρᾳ παρθένῳ παρὰ Τυνδάρεω λαβόντα. | They say that Tantalus had already lived with Clytemnestra while she was still unmarried, taking her from Tyndareus. | συνοικέω δέ φημί αὐτός Κλυταιμνήστρα παρθένος παρά Τυνδάρεως λαμβάνω | 0 |
| 2.18.2 | 3 | ἐγὼ δὲ καταγνῶναι μὲν οὐκ ἐθέλω φύσει σφᾶς γενέσθαι κακούς· εἰ δὲ ἐπὶ τοσοῦτον αὐτοῖς τὸ μίασμα τὸ Πέλοπος καὶ ὁ Μυρτίλου προστρόπαιος ἠκολούθησε, τούτοις ἦν ἄρα ὁμολογοῦντα, ἡνίκα ἡ Πυθία Γλαύκῳ τῷ Ἐπικύδους Σπαρτιάτῃ, βουλεύσαντι ἐπίορκα ὀμόσαι, καὶ τοῦδε εἶπεν ἐς τοὺς ἀπογόνους κατιέναι τὴν δίκην. | Yet I do not wish to judge them as by nature wicked; but if to this extent the pollution of Pelops and the vengeful curse of Myrtilus followed upon them, it would confirm what the Pythian priestess said to Glaucus, son of Epicydes, the Spartan, when he sought counsel about swearing a false oath, that the punishment would descend upon his descendants as well. | ἐγώ δέ καταγιγνώσκω μέν οὐ ἐθέλω φύσις σφεῖς γίγνομαι κακός εἰ δέ ἐπί τοσοῦτος αὐτός ὁ μίασμα ὁ Πέλοψ καί ὁ Μυρτίλος πρόστroπαῖος ἀκολουθέω οὗτος εἰμί ἄρα ὁμολογέω ἡνίκα ὁ Πυθία γλαυκός ὁ ἐπίκυδος Σπαρτιάτης βουλεύω ἐπίορκος ὀμόω καί ὅδε εἶπον εἰς ὁ ἀπόγονος κατειμί ὁ δίκη | 0 |
| 2.18.3 | 1 | ἀπὸ δὲ τῶν Κριῶν---οὕτω γὰρ τοῦ Θυέστου τὸ μνῆμα ὀνομάζουσι---προελθοῦσιν ὀλίγον ἐστὶν ἐν ἀριστερᾷ χωρίον Μυσία καὶ Δήμητρος Μυσίας ἱερὸν ἀπὸ ἀνδρὸς Μυσίου τὸ ὄνομα, γενομένου καὶ τούτου, καθάπερ λέγουσιν Ἀργεῖοι, ξένου τῇ Δήμητρι. | From the Rams—for this is what they call the tomb of Thyestes—a little further along, on the left, is a place called Mysia and a sanctuary of Demeter Mysia, named after a certain Mysius, who, according to the Argive tradition, was a host to Demeter. | ἀπό δέ ὁ κριός οὕτως γάρ ὁ Θυέστης ὁ μνῆμα ὀνομάζω προέρχομαι ὀλίγος εἰμί ἐν ἀριστερός χωρίον Μυσία καί Δημήτηρ Μυσία ἱερός ἀπό ἀνήρ μύσιος ὁ ὄνομα γίγνομαι καί οὗτος καθάπερ λέγω Ἀργεῖος ξένος ὁ Δημήτηρ | 0 |
| 2.18.3 | 2 | τούτῳ μὲν οὖν οὐκ ἔπεστιν ὄροφος· | This sanctuary has no roof. | οὗτος μέν οὖν οὐ ἔπειμι ὄροφος | 0 |
| 2.18.3 | 3 | ἐν δὲ αὐτῷ ναός ἐστιν ἄλλος ὀπτῆς πλίνθου, ξόανα δὲ Κόρης καὶ Πλούτωνος καὶ Δήμητρός ἐστι. | But within it there stands another temple built of baked brick, containing wooden statues of Kore, Plouton, and Demeter. | ἐν δέ αὐτός ναός εἰμί ἄλλος ὀπτός πλίνθος ξόανον δέ κόρη καί Πλούτων καί Δήμητρος εἰμί | 0 |
| 2.18.3 | 4 | προελθοῦσι δὲ ποταμός ἐστιν Ἴναχος, καὶ διαβᾶσιν Ἡλίου βωμός. | Going further onward, there is the river Inachus, and after crossing it, an altar to Helios. | προέρχομαι δέ ποταμός εἰμί Ἴναχος καί διαβαίνω ἥλιος βωμός | 0 |
| 2.18.3 | 5 | ἐντεῦθεν δὲ ἐπὶ πύλην ἥξεις καλουμένην ἀπὸ τοῦ πλησίον ἱεροῦ· | Beyond this altar, you arrive at a gate named from the nearby sanctuary. | ἐντεῦθεν δέ ἐπί πύλη ἥξω καλέω ἀπό ὁ πλησίον ἱερόν | 0 |
| 2.18.3 | 6 | τὸ δὲ ἱερόν ἐστιν Εἰλειθυίας. | And this sanctuary is sacred to Eileithyia. | ὁ δέ ἱερόν εἰμί Εἰλείθυια | 0 |
| 2.18.4 | 1 | μόνους δὲ Ἑλλήνων οἶδα Ἀργείους ἐς τρεῖς βασιλείας νεμηθέντας. | The Argives are the only Greeks I know who divided their kingdom into three parts. | μόνος δέ Ἕλλην οἶδα Ἀργεῖος εἰς τρεῖς βασιλεία νέμω | 0 |
| 2.18.4 | 2 | ἐπὶ γὰρ τῆς ἀρχῆς τῆς Ἀναξαγόρου τοῦ Ἀργείου τοῦ Μεγαπένθους μανία ταῖς γυναιξὶν ἐνέπεσεν, ἐκφοιτῶσαι δὲ ἐκ τῶν οἰκιῶν ἐπλανῶντο ἀνὰ τὴν χώραν, ἐς ὃ Μελάμπους ὁ Ἀμυθάονος ἔπαυσε σφᾶς τῆς νόσου, ἐφʼ ᾧ τε αὐτὸς καὶ ὁ ἀδελφὸς Βίας Ἀναξαγόρᾳ τὸ ἴσον ἕξουσιν. | For during the reign of Anaxagoras, son of Megapenthes, madness came upon the women; rushing forth from their homes, they wandered about the countryside, until Melampus, son of Amythaon, relieved them of their affliction, upon the condition that he himself and his brother Bias should share power equally with Anaxagoras. | ἐπί γάρ ὁ ἀρχή ὁ Ἀναξαγόρας ὁ Ἀργεῖος ὁ Μεγαπένθης μανία ὁ γυνή ἐμπίπτω ἐκφοιτάω δέ ἐκ ὁ οἰκία πλανάομαι ἀνά ὁ χώρα εἰς ὅς μελάμπους ὁ Ἀμυθάων παύω σφεῖς ὁ νόσος ἐπί ὅς τε αὐτός καί ὁ ἀδελφός βία Ἀναξαγόρας ὁ ἴσος ἔχω | 0 |
| 2.18.4 | 3 | ἀπὸ μὲν δὴ Βίαντος βασιλεύουσι πέντε ἄνδρες ἐπὶ γενεὰς τέσσαρας ἐς Κυάνιππον τὸν Αἰγιαλέως, ὄντες Νηλεῖδαι τὰ πρὸς μητρός, ἀπὸ δὲ Μελάμποδος γενεαί τε ἓξ καὶ ἄνδρες ἴσοι μέχρις Ἀμφιλόχου τοῦ Ἀμφιαράου· | From Bias there descended five kings through four generations to Cyanippus, son of Aigialeus, who were Neleids through their mother; and from Melampus there descended six generations with an equal number of kings down to Amphilochus, son of Amphiaraus. | ἀπό μέν δή βία βασιλεύω πέντε ἀνήρ ἐπί γενεά τέσσαρες εἰς Κυάνιππος ὁ Αἰγιαλεύς εἰμί Νηλεΐδαι ὁ πρός μήτηρ ἀπό δέ Μελάμπους γενεά τε ἕξ καί ἀνήρ ἴσος μέχρι Ἀμφίλοχος ὁ Ἀμφιάραος | 0 |
| 2.18.5 | 1 | τὸ δὲ ἐγχώριον γένος οἱ Ἀναξαγορίδαι βασιλεύουσι πλέον. | The native royal line is mostly ruled by the family of the Anaxagoridae. | ὁ δέ ἐγχώριος γένος ὁ Ἀναξαγορίδης βασιλεύω πλέον | 0 |
| 2.18.5 | 2 | Ἶφις μὲν γὰρ ὁ Ἀλέκτορος τοῦ Ἀναξαγόρου Σθενέλῳ τῷ Καπανέως ἀδελφοῦ παιδὶ ἀπέλιπε τὴν ἀρχήν· Ἀμφιλόχου δὲ μετὰ ἅλωσιν Ἰλίου μετοικήσαντος ἐς τοὺς νῦν Ἀμφιλόχους, Κυανίππου δʼ ἄπαιδος τελευτήσαντος, οὕτω Κυλαράβης ὁ Σθενέλου μόνος τὴν βασιλείαν ἔσχεν. | For Iphis, the son of Alector, son of Anaxagoras, left the kingship to Sthenelus, son of Capaneus' brother; after Amphilochus moved following the fall of Troy into the region now called Amphilochia, and after Cyanippus died childless, thus Cylarabes son of Sthenelus alone held the royal power. | ἶφις μέν γάρ ὁ ἀλέκτωρ ὁ Ἀναξαγόρας σθενέλας ὁ Καπανεύς ἀδελφός παῖς ἀπολείπω ὁ ἀρχή Ἀμφίλοχος δέ μετά ἅλωσις Ἴλιον μετοικέω εἰς ὁ νῦν Ἀμφίλοχος κυάνιππος δέ ἄπαις τελευτάω οὕτως Κυλαράβης ὁ Σθενέλος μόνος ὁ βασιλεία ἔχω | 0 |
| 2.18.5 | 3 | οὐ μέντοι παῖδας κατέλιπεν οὐδʼ οὗτος, ἀλλὰ Ὀρέστης ὁ Ἀγαμέμνονος τὸ Ἄργος κατέσχε παροικῶν τε ἐγγὺς αὐτῷ καὶ ἄνευ τῆς πατρῴας ἀρχῆς προσπεποιημένος μὲν Ἀρκάδων τοὺς πολλούς, παρειληφὼς δὲ καὶ τὴν ἐν Σπάρτῃ βασιλείαν, συμμαχικοῦ δὲ ἐκ Φωκέων ἀεί ποτε ἐπʼ ὠφελείᾳ ἑτοίμου παρόντος. | However, he too left no children, so Orestes, son of Agamemnon, obtained Argos, living in proximity and not possessing his hereditary rule, but commanding the allegiance of many Arcadians, having also acquired the kingship at Sparta, while always having at hand a ready alliance with the Phokians for support. | οὐ μέντοι παῖς καταλείπω οὐδέ οὗτος ἀλλά Ὀρέστης ὁ Ἀγαμέμνων ὁ Ἄργος κατέχω παροικέω τε ἐγγύς αὐτός καί ἄνευ ὁ πατρῷος ἀρχή προσποιέομαι μέν Ἀρκάς ὁ πολύς παραλαμβάνω δέ καί ὁ ἐν Σπάρτη βασιλεία συμμαχικός δέ ἐκ Φωκεύς ἀεί ποτε ἐπί ὠφέλεια ἑτοῖμος παρών | 0 |
| 2.18.6 | 1 | Λακεδαιμονίων δὲ ἐβασίλευσεν Ὀρέστης Λακεδαιμονίων ἐφέντων αὐτῷ· | After the Spartans appointed him king, Orestes ruled over the Lacedaemonians. | Λακεδαιμόνιος δέ βασιλεύω Ὀρέστης Λακεδαιμόνιος φεύγω αὐτός | 0 |
| 2.18.6 | 2 | τοὺς γὰρ Τυνδάρεω θυγατριδοῦς τὴν ἀρχὴν ἔχειν οὐκ ἠξίουν πρὸ Νικοστράτου καὶ Μεγαπένθους Μενελάῳ γεγενημένων ἐκ δούλης. | For it was not considered proper by them that the sons of the daughter of Tyndareus should hold power, since Nicostratus and Megapenthes had been born to Menelaus by a slave woman. | ὁ γάρ Τυνδάρεως θυγατρόδους ὁ ἀρχή ἔχω οὐ ἀξιόω πρό Νικόστρατος καί Μεγαπένθης Μενέλαος γίγνομαι ἐκ δούλη | 0 |
| 2.18.6 | 3 | Ὀρέστου δὲ ἀποθανόντος ἔσχε Τισαμενὸς τὴν ἀρχήν, Ἑρμιόνης τῆς Μενελάου καὶ Ὀρέστου παῖς. | After the death of Orestes, Tisamenus, the son of Orestes and Hermione, Menelaus' daughter, obtained the kingship. | Ὀρέστης δέ ἀποθνῄσκω ἔχω Τισαμενός ὁ ἀρχή Ἑρμιόνη ὁ Μενέλαος καί Ὀρέστης παῖς | 0 |
| 2.18.6 | 4 | τὸν δὲ Ὀρέστου νόθον Πενθίλον Κιναίθων ἔγραψεν ἐν τοῖς ἔπεσιν Ἠριγόνην τὴν Αἰγίσθου τεκεῖν. | As for Orestes' illegitimate son, Penthilus, Cinaethon wrote in his poetry that Erigone, the daughter of Aegisthus, was his mother. | ὁ δέ Ὀρέστης νόθος Πενθίλος Κιναίθων γράφω ἐν ὁ ἔπος Ἠριγόνη ὁ Αἴγισθος τίκτω | 0 |
| 2.18.7 | 1 | ἐπὶ δὲ τοῦ Τισαμενοῦ τούτου κατίασιν ἐς Πελοπόννησον Ἡρακλεῖδαι, Τήμενος μὲν καὶ Κρεσφόντης Ἀριστομάχου, τοῦ τρίτου δὲ Ἀριστοδήμου προτεθνεῶτος εἵποντο οἱ παῖδες. | In the reign of this Tisamenus the Heracleidae came down into the Peloponnese, that is, Temenus and Cresphontes the sons of Aristomachus, and the children of Aristodemus, the third brother, who had already died. | ἐπί δέ ὁ τίς οὗτος κατίημι εἰς Πελοπόννησος Ἡρακλείδης Τήμενος μέν καί Κρέσφων Ἀριστόμαχος ὁ τρίτος δέ Ἀριστόδημος προθνῄσκω ἕπομαι ὁ παῖς | 0 |
| 2.18.7 | 2 | Ἄργους μὲν δὴ καὶ τῆς ἐν Ἄργει βασιλείας ὀρθότατα ἐμοὶ δοκεῖν ἠμφισβήτουν, ὅτι ἦν Πελοπίδης ὁ Τισαμενός, οἱ δὲ Ἡρακλεῖδαι τὸ ἀνέκαθέν εἰσι Περσεῖδαι· | They made a truly just claim, it seems to me, to Argos and the royal authority therein; for Tisamenus was a Pelopid, whereas the Heracleidae, on the other hand, were originally Perseids. | Ἄργος μέν δή καί ὁ ἐν Ἄργος βασιλεία ὀρθός ἐγώ δοκέω ἀμφισβητέω ὅτι εἰμί Πελοπίδης ὁ Τισαμενός ὁ δέ Ἡρακλείδης ὁ ἀνέκαθεν εἰμί Περσείδης | 0 |
| 2.18.7 | 3 | Τυνδάρεω δὲ καὶ αὐτὸν ἐκπεσόντα ἀπέφαινον ὑπὸ Ἱπποκόωντος, Ἡρακλέα δὲ ἔφασαν ἀποκτείναντα Ἱπποκόωντα καὶ τοὺς παῖδας παρακαταθέσθαι Τυνδάρεῳ τὴν χώραν· | They pointed out, moreover, that Tyndareus himself had once been driven out by Hippocoon, and that Heracles, after killing Hippocoon and his sons, had entrusted the country to Tyndareus as a sacred trust. | Τυνδάρεως δέ καί αὐτός ἐκπίπτω ἀποφαίνω ὑπό ἱπποκόων Ἡρακλῆς δέ φημί ἀποκτείνω ἱπποκόος καί ὁ παῖς παρακατατίθημι Τυνδάρεως ὁ χώρα | 0 |
| 2.18.7 | 4 | τοιαῦτα δὲ καὶ περὶ τῆς Μεσσηνίας ἕτερα ἔλεγον, παρακαταθήκην Νέστορι δοθῆναι καὶ ταύτην ὑπὸ Ἡρακλέους ἑλόντος Πύλον. | Similarly they asserted different claims regarding Messenia, that it had also been left as a trust with Nestor after Heracles had conquered Pylos. | τοιοῦτος δέ καί περί ὁ Μεσσηνία ἕτερος λέγω παρακαταθήκη Νέστωρ δίδωμι καί οὗτος ὑπό Ἡρακλῆς αἱρέω πύλη | 0 |
| 2.18.8 | 1 | ἐκβάλλουσιν οὖν ἐκ μὲν Λακεδαίμονος καὶ Ἄργους Τισαμενόν, ἐκ δὲ τῆς Μεσσηνίας τοὺς Νέστορος ἀπογόνους, Ἀλκμαίωνα Σίλλου τοῦ Θρασυμήδους καὶ Πεισίστρατον τὸν Πεισιστράτου καὶ τοὺς Παίονος τοῦ Ἀντιλόχου παῖδας, σὺν δὲ αὐτοῖς Μέλανθον τὸν Ἀνδροπόμπου τοῦ Βώρου τοῦ Πενθίλου τοῦ Περικλυμένου. | Thus they expelled Tisamenus from Lacedaemon and Argos, and from Messenia they drove out the descendants of Nestor—Alcmaeon, son of Sillus, the son of Thrasymedes; Peisistratus, son of Peisistratus; and the sons of Paeon, son of Antilochus; and with them Melanthus, son of Andropompus, son of Borus, son of Penthilus, son of Periclymenus. | ἐκβάλλω οὖν ἐκ μέν Λακεδαίμων καί Ἄργος Τισαμένης ἐκ δέ ὁ Μεσσηνία ὁ Νέστωρ ἀπόγονος Ἀλκμαίων σίλλος ὁ Θρασυμήδης καί Πεισίστρατος ὁ Πεισίστρατος καί ὁ Παίων ὁ Ἀντίλοχος παῖς σύν δέ αὐτός μέλανθον ὁ Ἀνδροπόμπος ὁ βῶρος ὁ Πένθιλος ὁ περικλύζω | 0 |
| 2.18.8 | 2 | Τισαμενὸς μὲν οὖν ἦλθε σὺν τῇ στρατιᾷ καὶ οἱ παῖδες ἐς τὴν νῦν Ἀχαΐαν· | Consequently, Tisamenus and his sons departed with their army to the region now called Achaia. | Τισαμενός μέν οὖν ἔρχομαι σύν ὁ στρατιά καί ὁ παῖς εἰς ὁ νῦν Ἀχαΐα | 0 |
| 2.18.9 | 1 | οἱ δὲ Νηλεῖδαι πλὴν Πεισιστράτου---τοῦτον γὰρ οὐκ οἶδα παρʼ οὕστινας ἀπεχώρησεν---ἐς Ἀθήνας ἀφίκοντο οἱ λοιποί, καὶ τὸ Παιονιδῶν γένος καὶ Ἀλκμαιωνιδῶν ἀπὸ τούτων ὠνομάσθησαν. | The Neleids, except for Peisistratus—for him I do not know to whom he withdrew—came to Athens, and from these the family of the Paionidae and that of the Alcmaeonidae were named. | ὁ δέ Νηλεΐδαι πλήν Πεισίστρατος οὗτος γάρ οὐ οἶδα παρά ὅστις ἀποχωρέω εἰς Ἀθήνη ἀφικνέομαι ὁ λοιπός καί ὁ Παιονίς γένος καί Ἀλκμαιωνίδης ἀπό οὗτος ὀνομάζω | 0 |
| 2.18.9 | 2 | Μέλανθος δὲ καὶ τὴν βασιλείαν ἔσχεν ἀφελόμενος Θυμοίτην τὸν Ὀξύντου· Θυμοίτης γὰρ Θησειδῶν ἔσχατος ἐβασίλευσεν Ἀθηναίων. | Melanthus took the kingship by depriving Thymoites, son of Oxyntes, of it; for Thymoites was the last of the line of Theseus to reign over the Athenians. | Μέλανθος δέ καί ὁ βασιλεία ἔχω ἀφαιρέω θυμοίτης ὁ ὀξύντης θυμοίτης γάρ Θησειδών ἔσχατος βασιλεύω Ἀθηναῖος | 0 |