Passage 2.18.9
οἱ δὲ Νηλεῖδαι πλὴν Πεισιστράτου---τοῦτον γὰρ οὐκ οἶδα παρʼ οὕστινας ἀπεχώρησεν---ἐς Ἀθήνας ἀφίκοντο οἱ λοιποί, καὶ τὸ Παιονιδῶν γένος καὶ Ἀλκμαιωνιδῶν ἀπὸ τούτων ὠνομάσθησαν. Μέλανθος δὲ καὶ τὴν βασιλείαν ἔσχεν ἀφελόμενος Θυμοίτην τὸν Ὀξύντου· Θυμοίτης γὰρ Θησειδῶν ἔσχατος ἐβασίλευσεν Ἀθηναίων.
The Neleids, except for Peisistratus—for him I do not know to whom he withdrew—came to Athens, and from these the family of the Paionidae and that of the Alcmaeonidae were named. Melanthus took the kingship by depriving Thymoites, son of Oxyntes, of it; for Thymoites was the last of the line of Theseus to reign over the Athenians.