Word-level lemma forms extracted for each sentence
| Passage | Sentence | Greek | English | Lemma Forms | Missing |
|---|---|---|---|---|---|
| 2.23.1 | 1 | ἐντεῦθεν ἐρχομένοις ὁδὸν καλουμένην Κοίλην ναός ἐστιν ἐν δεξιᾷ Διονύσου· τὸ δὲ ἄγαλμα εἶναι λέγουσιν ἐξ Εὐβοίας. | From here, as you proceed along the road known as Koile, there is a temple to Dionysus on the right-hand side; they say the statue is from Euboea. | ἐντεῦθεν ἔρχομαι ὁδός καλέω κοῖλος ναός εἰμί ἐν δεξιός Διόνυσος ὁ δέ ἄγαλμα εἰμί λέγω ἐκ εὔβοια | 0 |
| 2.23.1 | 2 | συμβάσης γὰρ τοῖς Ἕλλησιν, ὡς ἐκομίζοντο ἐξ Ἰλίου, τῆς πρὸς τῷ Καφηρεῖ ναυαγίας, τοὺς δυνηθέντας ἐς τὴν γῆν διαφυγεῖν τῶν Ἀργείων ῥῖγός τε πιέζει καὶ λιμός. | For as the Greeks were returning from Troy, a shipwreck occurred near Cape Caphereus: after those Argives who managed to escape to land had reached shore, they were afflicted by cold and hunger. | συμβάσῃ γάρ ὁ Ἕλλην ὡς κομίζω ἐκ Ἴλιον ὁ πρός ὁ καφηρεύς ναυαγία ὁ δύναμαι εἰς ὁ γῆ διαφεύγω ὁ Ἀργεῖος ῥῖγος τε πιέζω καί λιμός | 0 |
| 2.23.1 | 3 | εὐξαμένοις δὲ θεῶν τινα ἐν τοῖς παροῦσιν ἀπόροις γενέσθαι σωτῆρα, αὐτίκα ὡς προῄεσαν ἐφάνη σφίσι Διονύσου σπήλαιον, καὶ ἄγαλμα ἦν ἐν τῷ σπηλαίῳ τοῦ θεοῦ· | When they prayed to the gods for help in their present desperate situation, immediately as they advanced, a cave of Dionysus appeared to them, and within the cave was a statue of the god. | εὔχομαι δέ θεός τις ἐν ὁ πάρειμι ἄπορος γίγνομαι σωτήρ αὐτίκα ὡς πρόσειμι φαίνω σφεῖς Διόνυσος σπήλαιον καί ἄγαλμα εἰμί ἐν ὁ σπήλαιον ὁ θεός | 0 |
| 2.23.1 | 4 | τότε δὲ αἶγες ἄγριαι φεύγουσαι τὸν χειμῶνα ἐς αὐτὸ ἦσαν ἠθροισμέναι. | At that time wild goats, fleeing from the winter, had gathered inside. | τότε δέ αἴξ ἄγριος φεύγω ὁ χειμών εἰς αὐτός εἰμί ἀθροίζω | 0 |
| 2.23.1 | 5 | ταύτας οἱ Ἀργεῖοι σφάξαντες τά τε κρέα ἐδείπνησαν καὶ δέρμασιν ἐχρήσαντο ἀντὶ ἐσθῆτος. | The Argives slaughtered these goats, feasted upon the meat, and used the skins as clothing. | οὗτος ὁ Ἀργεῖος σφάζω ὁ τε κρέας δειπνέω καί δέρμα χράομαι ἀντί ἐσθής | 0 |
| 2.23.1 | 6 | ἐπεὶ δὲ ὁ χειμὼν ἐπαύσατο καὶ ἐπισκευάσαντες τὰς ναῦς οἴκαδε ἐκομίζοντο, ἐπάγονται τὸ ἐκ τοῦ σπηλαίου ξόανον· | Once the storm had ceased and they repaired their ships and sailed again toward their homes, they took with them the wooden image from the cave. | ἐπεί δέ ὁ χειμών παύω καί ἐπισκευάζω ὁ ναῦς οἴκαδε κομίζω ἐπάγομαι ὁ ἐκ ὁ σπήλαιον ξόανον | 0 |
| 2.23.2 | 1 | καὶ διατελοῦσιν ἐς τόδε τιμῶντες ἔτι. | And they continue even to this day to pay him honors. | καί διατελέω εἰς ὅδε τιμάω ἔτι | 0 |
| 2.23.2 | 2 | τοῦ Διονύσου δὲ ἐγγυτάτω οἰκίαν ὄψει τὴν Ἀδράστου καὶ ἀπωτέρω ταύτης ἱερὸν Ἀμφιαράου καὶ τοῦ ἱεροῦ πέραν Ἐριφύλης μνῆμα. | Closest to the temple of Dionysus you will see the house of Adrastus, and farther from it is a sanctuary of Amphiaraus, and beyond this sanctuary the tomb of Eriphyle. | ὁ Διόνυσος δέ ἐγγύτατα οἰκία ὄψις ὁ Ἄδραστος καί ἀπωτέρω οὗτος ἱερός Ἀμφιάραος καί ὁ ἱερόν πέραν Ἐριφύλη μνῆμα | 0 |
| 2.23.2 | 3 | ἑξῆς δὲ τούτων ἐστὶν Ἀσκληπιοῦ τέμενος καὶ μετὰ ταῦτα ἱερὸν Βάτωνος. | Next to these places there is a sacred precinct of Asclepius, and after that a temple of Baton. | ἑξῆς δέ οὗτος εἰμί Ἀσκληπιός τέμενος καί μετά οὗτος ἱερός βάτων | 0 |
| 2.23.2 | 4 | ἦν δὲ ὁ Βάτων γένους Ἀμφιαράῳ τοῦ αὐτοῦ τῶν Μελαμποδιδῶν καὶ ἐς μάχην ἐξιόντι ἡνιόχει τοὺς ἵππους. | This Baton was of the same lineage as Amphiaraus, belonging to the family of Melampus, and served as charioteer for the horses as Amphiaraus went forth into battle. | εἰμί δέ ὁ βάτος γένος Ἀμφιάραος ὁ αὐτός ὁ μελαμποδίζω καί εἰς μάχη ἐξίημι ἡνιοχέω ὁ ἵππος | 0 |
| 2.23.2 | 5 | γενομένης δὲ τῆς τροπῆς ἀπὸ τοῦ Θηβαίων τείχους χάσμα γῆς Ἀμφιάραον καὶ τὸ ἅρμα ὑποδεξάμενον ἠφάνισεν ὁμοῦ καὶ τοῦτον τὸν Βάτωνα. | Now when the defeat occurred, a chasm in the earth opened near the wall of Thebes, which swallowed up Amphiaraus along with his chariot and at the same time caused this Baton also to vanish. | γίγνομαι δέ ὁ τροπή ἀπό ὁ Θηβαῖος τεῖχος χάσμα γῆ Ἀμφιάραος καί ὁ ἅρμα ὑποδέχομαι ἀφανίζω ὁμοῦ καί οὗτος ὁ βάτων | 0 |
| 2.23.3 | 1 | ἐπανιόντι δὲ ἐκ τῆς Κοίλης Ὑρνηθοῦς τάφον λέγουσιν εἶναι. | On returning from Koile, they say there is a tomb of Hyrnetho. | ἐπανίημι δέ ἐκ ὁ κοῖλος ὑρνηθούς τάφος λέγω εἰμί | 0 |
| 2.23.3 | 2 | εἰ μὲν δὴ κενὸν καὶ ἄλλως ἐς μνήμην τῆς γυναικός, εἰκότα λέγουσιν· | Now, if they mean it is empty and erected simply as a memorial to the woman, they speak plausibly; | εἰ μέν δή κενός καί ἄλλως εἰς μνήμη ὁ γυνή εἰκός λέγω | 0 |
| 2.23.3 | 3 | εἰ δὲ τῆς Ὑρνηθοῦς κεῖσθαι τὸν νεκρὸν νομίζουσιν ἐνταῦθα, ἐγὼ μέν σφισιν οὐ πείθομαι, | but if they believe that the body of Hyrnetho lies buried here, then I for my part do not trust them; | εἰ δέ ὁ ὑρνηθούς κεῖμαι ὁ νεκρός νομίζω ἐνταῦθα ἐγώ μέν σφεῖς οὐ πείθομαι | 0 |
| 2.23.3 | 4 | πειθέσθω δὲ ὅστις τὰ Ἐπιδαυρίων οὐ πέπυσται. | yet let anyone who has not learned the traditions of the Epidaurians accept their belief. | πείθομαι δέ ὅστις ὁ Ἐπιδαύριος οὐ πυνθάνομαι | 0 |
| 2.23.4 | 1 | τὸ δʼ ἐπιφανέστατον Ἀργείοις τῶν Ἀσκληπιείων ἄγαλμα ἐφʼ ἡμῶν ἔχει καθήμενον Ἀσκληπιὸν λίθου λευκοῦ, καὶ παρʼ αὐτὸν ἕστηκεν Ὑγεία· κάθηνται δὲ καὶ οἱ ποιήσαντες τὰ ἀγάλματα Ξενόφιλος καὶ Στράτων. | The most famous of the statues of Asclepius among the Argives in our day depicts Asclepius seated and is made of white stone. | ὁ δέ ἐπιφανής Ἀργεῖος ὁ Ἀσκληπιεῖον ἄγαλμα ἐπί ἐγώ ἔχω κάθημαι Ἀσκληπιός λίθος λευκός καί παρά αὐτός ἵστημι ὑγεία κάθημαι δέ καί ὁ ποιέω ὁ ἄγαλμα ξενόφιλος καί στράτων | 0 |
| 2.23.4 | 2 | ἐξ ἀρχῆς δὲ ἱδρύσατο Σφῦρος τὸ ἱερόν, Μαχάονος μὲν υἱός, ἀδελφὸς δὲ Ἀλεξάνορος τοῦ παρὰ Σικυωνίοις ἐν Τιτάνῃ τιμὰς ἔχοντος. | Beside him stands Hygieia, and also seated are the makers of these statues, Xenophilus and Straton. | ἐκ ἀρχή δέ ἱδρύομαι σφῦρον ὁ ἱερόν Μαχάων μέν υἱός ἀδελφός δέ Ἀλέξανδρος ὁ παρά Σικυώνιος ἐν Τιτάνη τιμή ἔχω | 0 |
| 2.23.5 | 1 | τῆς δὲ Ἀρτέμιδος τῆς Φεραίας---σέβουσι γὰρ καὶ Ἀργεῖοι Φεραίαν Ἄρτεμιν κατὰ ταὐτὰ Ἀθηναίοις καὶ Σικυωνίοις---τὸ ἄγαλμα καὶ οὗτοί φασιν ἐκ Φερῶν τῶν ἐν Θεσσαλίᾳ κομισθῆναι. | Concerning Artemis Pheraia—for the Argives also worship Artemis of Pherai, just as the Athenians and Sicyonians do—they likewise claim that the statue was brought from Pherai in Thessaly. | ὁ δέ Ἄρτεμις ὁ Φεραί σέβω γάρ καί Ἀργεῖος Φεραί Ἄρτεμις κατά αὐτός Ἀθηναῖος καί Σικυώνιος ὁ ἄγαλμα καί οὗτος φημί ἐκ φέρω ὁ ἐν Θεσσαλία κομίζω | 0 |
| 2.23.5 | 2 | τάδε δὲ αὐτοῖς οὐχ ὁμολογῶ· λέγουσι γὰρ Ἀργεῖοι Δηιανείρας ἐν Ἄργει μνῆμα εἶναι τῆς Οἰνέως τό τε Ἑλένου τοῦ Πριάμου, καὶ ἄγαλμα κεῖσθαι παρὰ σφίσιν Ἀθηνᾶς τὸ ἐκκομισθὲν ἐξ Ἰλίου καὶ ἁλῶναι ποιῆσαν Ἴλιον. | However, I cannot agree with some of their claims; for the Argives also say that in Argos there is the tomb of Deianeira daughter of Oeneus, as well as that of Helenus son of Priam, and that they have among them the statue of Athena which was carried off from Troy and whose removal caused Troy's capture. | ὅδε δέ αὐτός οὐ ὁμολογέω λέγω γάρ Ἀργεῖος Δηιάνειρα ἐν Ἄργος μνῆμα εἰμί ὁ Οἰνεύς ὁ τε Ἑλένος ὁ Πρίαμος καί ἄγαλμα κεῖμαι παρά σφεῖς Ἀθηνᾶ ὁ ἐκκομίζω ἐκ Ἴλιον καί ἁλίσκομαι ποιέω Ἴλιον | 0 |
| 2.23.5 | 3 | τὸ μὲν δὴ Παλλάδιον---καλεῖται γὰρ οὕτω---δῆλόν ἐστιν ἐς Ἰταλίαν κομισθὲν ὑπὸ Αἰνείου· | But this Palladion—as it is called—is clearly known to have been brought by Aeneas to Italy. | ὁ μέν δή παλλάδιον καλέω γάρ οὕτως δῆλος εἰμί εἰς Ἰταλία κομίζω ὑπό Αἰνείας | 0 |
| 2.23.5 | 4 | Δηιανείρᾳ δὲ τὴν τελευτὴν περὶ Τραχῖνα ἴσμεν καὶ οὐκ ἐν Ἄργει γενομένην, καὶ ἔστιν ὁ τάφος αὐτῇ πλησίον Ἡρακλείας τῆς ὑπὸ τῇ Οἴτῃ. | Furthermore, we know that Deianeira died near Trachis and not at Argos, and her tomb is situated near Herakleia beneath Mount Oite. | Δηιάνειρα δέ ὁ τελευτή περί τραχίς οἶδα καί οὐ ἐν Ἄργος γίγνομαι καί εἰμί ὁ τάφος αὐτός πλησίον Ἡράκλεια ὁ ὑπό ὁ οἷος | 0 |
| 2.23.6 | 1 | τὰ δὲ ἐς Ἕλενον τὸν Πριάμου δεδήλωκεν ὁ λόγος ἤδη μοι, μετὰ Πύρρου τοῦ Ἀχιλλέως αὐτὸν ἐλθεῖν ἐς Ἤπειρον καὶ ἐπιτροπεῦσαί τε τοὺς Πύρρου παῖδας συνοικοῦντα Ἀνδρομάχῃ καὶ τὴν Κεστρίνην καλουμένην ἀπὸ Κεστρίνου τοῦ Ἑλένου λαβεῖν τὸ ὄνομα. | The tradition concerning Helenus, the son of Priam, has already been explained by me: that he went with Pyrrhus, son of Achilles, to Epirus, served as guardian of Pyrrhus' children while living together with Andromache, and that the region called Cestrine derived its name from Helenus's son Cestrinus. | ὁ δέ εἰς Ἕλενος ὁ Πρίαμος δηλόω ὁ λόγος ἤδη ἐγώ μετά Πύρρος ὁ Ἀχιλλεύς αὐτός ἔρχομαι εἰς ἤπειρος καί ἐπιτροπεύω τε ὁ Πύρρος παῖς συνοικέω Ἀνδρομάχη καί ὁ κέστρινος καλέω ἀπό κέστρινος ὁ Ἑλένος λαμβάνω ὁ ὄνομα | 0 |
| 2.23.6 | 2 | οὐ μὴν οὐδὲ αὐτῶν λέληθεν Ἀργείων τοὺς ἐξηγητὰς ὅτι μὴ πάντα ἐπʼ ἀληθείᾳ λέγεταί σφισι, λέγουσι δὲ ὅμως· οὐ γάρ τι ἕτοιμον μεταπεῖσαι τοὺς πολλοὺς ἐναντία ὧν δοξάζουσιν. | Nevertheless, even the Argive guides themselves are aware that not everything they are saying is true; however, they continue to relate it nonetheless, for it is by no means easy to persuade the majority away from the opinions they already hold. | οὐ μήν οὐδέ αὐτός λανθάνω Ἀργεῖος ὁ ἐξηγητής ὅτι μή πᾶς ἐπί ἀλήθεια λέγω σφεῖς λέγω δέ ὅμως οὐ γάρ τις ἕτοιμος μεταπείθω ὁ πολύς ἐναντίος ὅς δοξάζω | 0 |
| 2.23.7 | 1 | ἄλλα δέ ἐστιν Ἀργείοις θέας ἄξια· | The Argives possess other sights worthy of viewing. | ἄλλος δέ εἰμί Ἀργεῖος θέα ἄξιος | 0 |
| 2.23.7 | 2 | κατάγαιον οἰκοδόμημα, ἐπʼ αὐτῷ δὲ ἦν ὁ χαλκοῦς θάλαμος, ὃν Ἀκρίσιός ποτε ἐπὶ φρουρᾷ τῆς θυγατρὸς ἐποίησε· | An underground structure; upon it formerly stood the bronze chamber that Acrisius had made to guard his daughter. | κατάγαιος οἰκοδόμημα ἐπί αὐτός δέ εἰμί ὁ χαλκοῦς θάλαμος ὅς Ἀκρίσιος ποτε ἐπί φρουρά ὁ θυγάτηρ ποιέω | 0 |
| 2.23.7 | 3 | Περίλαος δὲ καθεῖλεν αὐτὸν τυραννήσας. | But Perilaus demolished it when he gained power as a tyrant. | Περίλαος δέ καθεῖλον αὐτός τυραννέω | 0 |
| 2.23.7 | 4 | τοῦτό τε οὖν τὸ οἰκοδόμημά ἐστι καὶ Κροτώπου μνῆμα καὶ Διονύσου ναὸς Κρησίου. | This same edifice is also the tomb of Crotopus and the temple of Dionysus Cresius. | οὗτος τε οὖν ὁ οἰκοδόμημα εἰμί καί Κροτώπος μνῆμα καί Διόνυσος ναός Κρήσιος | 0 |
| 2.23.7 | 5 | Περσεῖ γὰρ πολεμήσαντα αὐτὸν καὶ αὖθις ἐλθόντα ἐς λύσιν τοῦ ἔχθους τά τε ἄλλα τιμηθῆναι μεγάλως λέγουσιν ὑπὸ Ἀργείων καὶ τέμενός οἱ δοθῆναι τοῦτο ἐξαίρετον· | For they say that Dionysus, after waging war against Perseus and later returning to seek reconciliation of their feud, was greatly honored by the Argives in various ways, and that this remarkable precinct was allotted to him. | Περσεύς γάρ πολεμέω αὐτός καί αὖθις ἔρχομαι εἰς λύσις ὁ ἔχθος ὁ τε ἄλλος τιμάω μεγάλως λέγω ὑπό Ἀργεῖος καί τέμενος ὁ δίδωμι οὗτος ἐξαίρετος | 0 |
| 2.23.8 | 1 | Κρησίου δὲ ὕστερον ὠνομάσθη, διότι Ἀριάδνην ἀποθανοῦσαν ἔθαψεν ἐνταῦθα. | Later the place was named Cretan, because Ariadne, at her death, was buried there. | Κρήσιος δέ ὕστερον ὀνομάζω διότι Ἀριάδνη ἀποθνῄσκω θάπτω ἐνταῦθα | 0 |
| 2.23.8 | 2 | Λυκέας δὲ λέγει κατασκευαζομένου δεύτερον τοῦ ναοῦ κεραμέαν εὑρεθῆναι σορόν, εἶναι δὲ Ἀριάδνης αὐτήν· | Lyceas says that, while the temple was being reconstructed for a second time, an earthen coffin was discovered, and this coffin was identified as that of Ariadne. | Λυκέας δέ λέγω κατασκευάζω δεύτερος ὁ ναός κεραμεύς εὑρίσκω σορόν εἰμί δέ Ἀριάδνη αὐτός | 0 |
| 2.23.8 | 3 | καὶ αὐτός τε καὶ ἄλλους Ἀργείων ἰδεῖν ἔφη τὴν σορόν. | He himself declared that he, along with other Argives, had seen the coffin. | καί αὐτός τε καί ἄλλος Ἀργεῖος ὁράω φημί ὁ σορόν | 0 |
| 2.23.8 | 4 | πλησίον δὲ τοῦ Διονύσου καὶ Ἀφροδίτης ναός ἐστιν Οὐρανίας. | Near the temple of Dionysus there is also a temple of Aphrodite Urania. | πλησίον δέ ὁ Διόνυσος καί Ἀφροδίτη ναός εἰμί οὐράνιος | 0 |