Pausanias Analysis

Word-level lemma forms extracted for each sentence

Chapter 2.24

PassageSentenceGreekEnglishLemma FormsMissing
2.24.1 1 τὴν δὲ ἀκρόπολιν Λάρισαν μὲν καλοῦσιν ἀπὸ τῆς Πελασγοῦ θυγατρός· ἀπὸ ταύτης δὲ καὶ δύο τῶν ἐν Θεσσαλίᾳ πόλεων, ἥ τε ἐπὶ θαλάσσῃ καὶ ἡ παρὰ τὸν Πηνειόν, ὠνομάσθησαν. The acropolis they call Larisa, named after the daughter of Pelasgus; from her also two cities in Thessaly have derived their name, one by the sea and another near the Peneius. ὁ δέ ἀκρόπολις Λάρισα μέν καλέω ἀπό ὁ Πελασγός θυγάτηρ ἀπό οὗτος δέ καί δύο ὁ ἐν Θεσσαλία πόλις ὅς τε ἐπί θάλασσα καί ὁ παρά ὁ Πηνειός ὀνομάζω 0
2.24.1 2 ἀνιόντων δὲ ἐς τὴν ἀκρόπολιν ἔστι μὲν τῆς Ἀκραίας Ἥρας τὸ ἱερόν, ἔστι δὲ καὶ ναὸς Ἀπόλλωνος, ὃν Πυθαεὺς πρῶτος παραγενόμενος ἐκ Δελφῶν λέγεται ποιῆσαι. As one ascends toward the acropolis, there is a sanctuary of Hera Akraia and also a temple of Apollo, said to have been first built by Pythaeus, who came from Delphi. ἄνω δέ εἰς ὁ ἀκρόπολις εἰμί μέν ὁ ἄκρα Ἥρα ὁ ἱερόν εἰμί δέ καί ναός Ἀπόλλων ὅς Πυθαεύς πρῶτος παραγίγνομαι ἐκ Δελφοί λέγω ποιέω 0
2.24.1 3 τὸ δὲ ἄγαλμα τὸ νῦν χαλκοῦν ἐστιν ὀρθόν, Δειραδιώτης Ἀπόλλων καλούμενος, ὅτι καὶ ὁ τόπος οὗτος καλεῖται Δειράς. The statue found there now is made of bronze and stands upright, called Apollo Deiradiotes, since this place too is named Deiras. ὁ δέ ἄγαλμα ὁ νῦν χαλκοῦς εἰμί ὀρθός δειραδιώτης Ἀπόλλων καλέω ὅτι καί ὁ τόπος οὗτος καλέω δειράς 0
2.24.1 4 ἡ δέ οἱ μαντικὴ---μαντεύεται γὰρ ἔτι καὶ ἐς ἡμᾶς--- καθέστηκε τρόπον τοῦτον. The oracle there—for it continues even into our own day—is established thus. ὁ δέ ὁ μαντική μαντεύομαι γάρ ἔτι καί εἰς ἐγώ καθίστημι τρόπος οὗτος 0
2.24.1 5 γυνὴ μὲν προφητεύουσά ἐστιν, ἀνδρὸς εὐνῆς εἰργομένη· θυομένης δὲ ἐν νυκτὶ ἀρνὸς κατὰ μῆνα ἕκαστον, γευσαμένη δὴ τοῦ αἵματος ἡ γυνὴ κάτοχος ἐκ τοῦ θεοῦ γίνεται. The prophetess is a woman kept apart from the bed of a man; on one night each month a lamb is sacrificed, and when she has tasted of the blood, she becomes possessed by the god. γυνή μέν προφητεύω εἰμί ἀνήρ εὐνή ἐργομαι θύω δέ ἐν νύξ ἀρνός κατά μήν ἕκαστος γεύομαι δή ὁ αἷμα ὁ γυνή κάτοχος ἐκ ὁ θεός γίγνομαι 0
2.24.2 1 τοῦ Δειραδιώτου δὲ Ἀπόλλωνος ἔχεται μὲν ἱερὸν Ἀθηνᾶς Ὀξυδερκοῦς καλουμένης, Διομήδους ἀνάθημα, ὅτι οἱ μαχομένῳ ποτὲ ἐν Ἰλίῳ τὴν ἀχλὺν ἀφεῖλεν ἡ θεὸς ἀπὸ τῶν ὀφθαλμῶν· Next to the sanctuary of Apollo Deiradiotes stands a shrine to Athena, called Oxyderkes ("Keen-sighted"), dedicated by Diomedes, because once, when he was fighting at Troy, the goddess removed the mist from his eyes. ὁ δειραδιώτης δέ Ἀπόλλων ἔχω μέν ἱερός Ἀθηνᾶ ὀξυδερκής καλέω Διομήδης ἀνάθημα ὅτι ὁ μάχομαι ποτέ ἐν Ἴλιος ὁ ἀχλύς ἀφαιρέω ὁ θεός ἀπό ὁ ὀφθαλμός 0
2.24.2 2 ἔχεται δὲ τὸ στάδιον, ἐν ᾧ τὸν ἀγῶνα τῷ Νεμείῳ Διὶ καὶ τὰ Ἡραῖα ἄγουσιν. Near it lies the stadium, in which they celebrate both the contest held in honor of Zeus Nemeios and the Heraia festival. ἔχω δέ ὁ στάδιον ἐν ὅς ὁ ἀγών ὁ νέμειον Ζεύς καί ὁ Ἡραῖα ἄγω 0
2.24.2 3 ἐς δὲ τὴν ἀκρόπολιν ἰοῦσίν ἐστιν ἐν ἀριστερᾷ τῆς ὁδοῦ τῶν Αἰγύπτου παίδων καὶ ταύτῃ μνῆμα. On the left of the road leading up to the Acropolis, there is also a grave of the children of Aegyptus. εἰς δέ ὁ ἀκρόπολις ἴασις εἰμί ἐν ἀριστερός ὁ ὁδός ὁ Αἴγυπτος παῖς καί οὗτος μνῆμα 0
2.24.2 4 χωρὶς μὲν γὰρ ἀπὸ τῶν σωμάτων ἐνταῦθα αἱ κεφαλαί, χωρὶς δὲ ἐν Λέρνῃ σώματα τὰ λοιπά· The heads alone lie buried here separate from the bodies, while the rest of the bodies are in Lerna. χωρίς μέν γάρ ἀπό ὁ σῶμα ἐνταῦθα ὁ κεφαλή χωρίς δέ ἐν Λέρνη σῶμα ὁ λοιπός 0
2.24.2 5 ἐν Λέρνῃ γὰρ καὶ ὁ φόνος ἐξειργάσθη τῶν νεανίσκων, ἀποθανόντων δὲ ἀποτέμνουσιν αἱ γυναῖκες τὰς κεφαλὰς ἀπόδειξιν πρὸς τὸν πατέρα ὧν ἐτόλμησαν. For it was in Lerna that the youths were murdered, and after their deaths, the women cut off the heads and brought them as proof to their father of the deeds they had dared to commit. ἐν Λέρνη γάρ καί ὁ φόνος ἐξεργάζομαι ὁ νεανίσκος ἀποθνῄσκω δέ ἀποτέμνω ὁ γυνή ὁ κεφαλή ἀπόδειξις πρός ὁ πατήρ ὅς τολμάω 0
2.24.3 1 ἐπʼ ἄκρᾳ δέ ἐστι τῇ Λαρίσῃ Διὸς ἐπίκλησιν Λαρισαίου ναός, οὐκ ἔχων ὄροφον· τὸ δὲ ἄγαλμα ξύλου πεποιημένον οὐκέτι ἑστηκὸς ἦν ἐπὶ τῷ βάθρῳ. On the summit of Larisa there is a temple dedicated to Zeus surnamed Larissaios; it has no roof, and the wooden cult statue no longer stood upon its pedestal. ἐπί ἄκρος δέ εἰμί ὁ Λαρίση Ζεύς ἐπίκλησις Λαρισαῖος ναός οὐ ἔχω ὄροφος ὁ δέ ἄγαλμα ξύλον ποιέω οὐκέτι ἑστηκώς εἰμί ἐπί ὁ βάθρον 0
2.24.3 2 καὶ Ἀθηνᾶς δὲ ναός ἐστι θέας ἄξιος· ἐνταῦθα ἀναθήματα κεῖται καὶ ἄλλα καὶ Ζεὺς ξόανον, δύο μὲν ᾗ πεφύκαμεν ἔχον ὀφθαλμούς, τρίτον δὲ ἐπὶ τοῦ μετώπου. There stands also a temple of Athena worthy of notice: within it are various offerings, including notably a wooden image (xoanon) of Zeus, possessing two eyes in the natural place and a third upon the forehead. καί Ἀθηνᾶ δέ ναός εἰμί θέα ἄξιος ἐνταῦθα ἀνάθημα κεῖμαι καί ἄλλος καί Ζεύς ξόανον δύο μέν ὅς φύω ἔχω ὀφθαλμός τρίτος δέ ἐπί ὁ μέτωπον 0
2.24.3 3 τοῦτον τὸν Δία Πριάμῳ φασὶν εἶναι τῷ Λαομέδοντος πατρῷον ἐν ὑπαίθρῳ τῆς αὐλῆς ἱδρυμένον, καὶ ὅτε ἡλίσκετο ὑπὸ Ἑλλήνων Ἴλιον, ἐπὶ τούτου κατέφυγεν ὁ Πρίαμος τὸν βωμόν. It is said that this Zeus originally belonged to Priam, son of Laomedon, set up in the open courtyard of his palace, and when Troy was captured by the Greeks, Priam took refuge upon this altar. οὗτος ὁ διά Πρίαμος φημί εἰμί ὁ Λαομέδων πατρῷος ἐν ὑπαίθριος ὁ αὐλή ἱδρύω καί ὅτε ἁλίσκομαι ὑπό Ἕλλην Ἴλιον ἐπί οὗτος καταφεύγω ὁ Πρίαμος ὁ βωμός 0
2.24.3 4 ἐπεὶ δὲ τὰ λάφυρα ἐνέμοντο, λαμβάνει Σθένελος ὁ Καπανέως αὐτόν, καὶ ἀνάκειται μὲν διὰ τοῦτο ἐνταῦθα· Later, when the Greeks divided the spoils, Sthenelus, son of Capaneus, took it for himself, and for this reason it is dedicated here. ἐπεί δέ ὁ λάφυρον νέμω λαμβάνω Σθένελος ὁ Καπανεύς αὐτός καί ἀνάκειμαι μέν διά οὗτος ἐνταῦθα 0
2.24.4 1 τρεῖς δὲ ὀφθαλμοὺς ἔχειν ἐπὶ τῷδε ἄν τις τεκμαίροιτο αὐτόν. One might conjecture that he was depicted with three eyes for the following reason. τρεῖς δέ ὀφθαλμός ἔχω ἐπί ὅδε ἄν τις τεκμαίρομαι αὐτός 0
2.24.4 2 Δία γὰρ ἐν οὐρανῷ βασιλεύειν, οὗτος μὲν λόγος κοινὸς πάντων ἐστὶν ἀνθρώπων. That Zeus reigns in heaven is belief commonly held by all mankind. διά γάρ ἐν οὐρανός βασιλεύω οὗτος μέν λόγος κοινός πᾶς εἰμί ἀνήρ 0
2.24.4 3 ὃν δὲ ἄρχειν φασὶν ὑπὸ γῆς, ἔστιν ἔπος τῶν Ὁμήρου Δία ὀνομάζον καὶ τοῦτον· Ζεύς τε καταχθόνιος καὶ ἐπαινὴ Περσεφόνεια. Hom. ll. 9.457 A Homeric verse applies the name of Zeus also to him whom they say rules beneath the earth: "the underworld Zeus and dread Persephone" (Il. 9.457). ὅς δέ ἄρχω φημί ὑπό γῆ εἰμί ἔπος ὁ Ὅμηρος διά ὀνομάζω καί οὗτος Ζεύς τε καταχθόνιος καί ἔπαινος Περσεφόνεια 0
2.24.4 4 Αἰσχύλος δὲ ὁ Εὐφορίωνος καλεῖ Δία καὶ τὸν ἐν θαλάσσῃ. Aeschylus, son of Euphorion, calls Zeus also lord of the sea. Αἴσχυλος δέ ὁ Εὐφορίων καλέω διά καί ὁ ἐν θάλασσα 0
2.24.4 5 τρισὶν οὖν ὁρῶντα ἐποίησεν ὀφθαλμοῖς ὅστις δὴ ἦν ὁ ποιήσας, ἅτε ἐν ταῖς τρισὶ ταῖς λεγομέναις λήξεσιν ἄρχοντα τὸν αὐτὸν τοῦτον θεόν. Therefore whoever fashioned this god gave him three eyes, because the same deity rules the three realms traditionally spoken of. τρεῖς οὖν ὁράω ποιέω ὀφθαλμός ὅστις δή εἰμί ὁ ποιέω ἅτε ἐν ὁ τρεῖς ὁ λέγω λῆξις ἄρχων ὁ αὐτός οὗτος θεός 0
2.24.5 1 ὁδοὶ δὲ ἐξ Ἄργους καὶ κατʼ ἄλλα εἰσὶ τῆς Πελοποννήσου καὶ πρὸς Ἀρκαδίας ἐπὶ Τεγέαν. Roads from Argos extend both towards other parts of the Peloponnesus and toward Arcadia, leading to Tegea. ὁδός δέ ἐκ Ἄργος καί κατά ἄλλος εἰμί ὁ Πελοπόννησος καί πρός Ἀρκαδία ἐπί Τεγέα 0
2.24.5 2 ἐν δεξιᾷ δὲ ὄρος ἐστὶν ἡ Λυκώνη, δένδρα κυπαρίσσου μάλιστα ἔχουσα. On the right is a mountain called Lycone, especially rich in cypress trees. ἐν δεξιός δέ ὄρος εἰμί ὁ λυκώνη δένδρον κυπάρισσος μάλιστα ἔχω 0
2.24.5 3 ᾠκοδόμηται δὲ ἐπὶ κορυφῇ τοῦ ὄρους Ἀρτέμιδος Ὀρθίας ἱερόν, καὶ ἀγάλματα Ἀπόλλωνος καὶ Λητοῦς καὶ Ἀρτέμιδος πεποίηται λευκοῦ λίθου· Πολυκλείτου δέ φασιν εἶναι ἔργα. On its summit stands a sanctuary dedicated to Artemis Orthia, with statues of Apollo, Leto, and Artemis crafted from white stone, said to be works of Polycleitus. οἰκοδομέω δέ ἐπί κορυφή ὁ ὄρος Ἄρτεμις ὀρθία ἱερόν καί ἄγαλμα Ἀπόλλων καί Λητώ καί Ἄρτεμις ποιέω λευκός λίθος Πολύκλειτος δέ φημί εἰμί ἔργον 0
2.24.5 4 καταβάντων δὲ ἐκ τοῦ ὄρους αὖθίς ἐστιν ἐν ἀριστερᾷ τῆς λεωφόρου ναὸς Ἀρτέμιδος. Upon descending from the mountain, again on the left side of the road, there is a temple of Artemis. καταβαίνω δέ ἐκ ὁ ὄρος αὖθις εἰμί ἐν ἀριστερός ὁ Λεωφόρος ναός Ἄρτεμις 0
2.24.6 1 ὀλίγον δὲ ἀπωτέρω ἐν δεξιᾷ τῆς ὁδοῦ Χάον ἐστὶν ὄρος ὀνομαζόμενον, ὑπὸ δὲ αὐτῷ δένδρα πέφυκεν ἥμερα καὶ ἄνεισι τοῦ Ἐρασίνου φανερὸν ἐνταῦθα δὴ τὸ ὕδωρ· τέως δὲ ἐκ Στυμφάλου ῥεῖ τῆς Ἀρκάδων ὥσπερ ἐξ Εὐρίπου κατὰ Ἐλευσῖνα καὶ τὴν ταύτῃ θάλασσαν οἱ Ῥειτοί. A short distance further, on the right-hand side of the road, there is a mountain named Chaon; at the foot of this mountain grow cultivated trees, and the water of the Erasinus river rises to view clearly there; until that point, the river flows underground from Stymphalos in Arcadia, just as the streams called Rheitoi flow from the Euripus and emerge near Eleusis into the sea located there. ὀλίγος δέ ἀπωτέρω ἐν δεξιός ὁ ὁδός χάος εἰμί ὄρος ὀνομάζω ὑπό δέ αὐτός δένδρον φύω ἡμέρα καί ἀνίημι ὁ Ἐρασῖνος φανερός ἐνταῦθα δή ὁ ὕδωρ τέως δέ ἐκ Στύμφαλος ῥέω ὁ Ἀρκάς ὥσπερ ἐκ εὔριπος κατά Ἐλευσίς καί ὁ οὗτος θάλασσα ὁ ῥειτός 0
2.24.6 2 πρὸς δὲ τοῦ Ἐρασίνου ταῖς κατὰ τὸ ὄρος ἐκβολαῖς Διονύσῳ καὶ Πανὶ θύουσι, τῷ Διονύσῳ δὲ καὶ ἑορτὴν ἄγουσι καλουμένην Τύρβην. Near where the Erasinus emerges from the mountain, the people sacrifice to Dionysus and Pan, and they conduct a festival for Dionysus as well, called Tyrbe. πρός δέ ὁ Ἐρασῖνος ὁ κατά ὁ ὄρος ἐκβολή Διόνυσος καί Πάν θύω ὁ Διόνυσος δέ καί ἑορτή ἄγω καλέω τύρβη 0
2.24.7 1 ἐπανελθοῦσι δὲ ἐς τὴν ἐπὶ Τεγέας ὁδόν ἐστιν ἐν δεξιᾷ τοῦ ὀνομαζομένου Τρόχου Κεγχρεαί. Returning again to the road leading to Tegea, on the right hand side is a place called Kenchreai near Trochos. ἐπανέρχομαι δέ εἰς ὁ ἐπί Τεγέα ὁδός εἰμί ἐν δεξιός ὁ ὀνομάζω τρόχος κεγχρίας 0
2.24.7 2 τὸ δὲ ὄνομα ἐφʼ ὅτῳ τῷ χωρίῳ γέγονεν, οὐ λέγουσι, πλὴν εἰ μὴ καὶ τοῦτο ἄρα ὠνομάσθη διὰ τὸν Πειρήνης παῖδα Κεγχρίαν. They do not explain from where the place received its name, unless perhaps it was also named after Kenchrias, the son of Peirene. ὁ δέ ὄνομα ἐπί ὅστις ὁ χωρίον γίγνομαι οὐ λέγω πλήν εἰ μή καί οὗτος ἄρα ὀνομάζω διά ὁ Πειρήνη παῖς Κεγχρία 0
2.24.7 3 καὶ πολυάνδρια ἐνταῦθά ἐστιν Ἀργείων νικησάντων μάχῃ Λακεδαιμονίους περὶ Ὑσιάς. Here stand burial mounds of Argives who defeated the Spartans in battle at Hysiai. καί πολυάνδριον ἐνταῦθα εἰμί Ἀργεῖος νικάω μάχη Λακεδαιμόνιος περί ὑσιάς 0
2.24.7 4 τὸν δὲ ἀγῶνα τοῦτον συμβάντα εὕρισκον Ἀθηναίοις ἄρχοντος Πεισιστράτου, τετάρτῳ δὲ ἔτει τῆς ἑβδόμης καὶ εἰκοστῆς Ὀλυμπιάδος ἣν Εὐρύβοτος Ἀθηναῖος ἐνίκα στάδιον. I discovered that this encounter occurred when Peisistratus was archon of the Athenians, in the fourth year of the twenty-seventh Olympiad, during which Olympiad Eurybotus of Athens won the stadion race. ὁ δέ ἀγών οὗτος συμβαίνω εὑρίσκω Ἀθηναῖος ἄρχων Πεισίστρατος τέταρτος δέ ἔτος ὁ ἕβδομος καί εἰκοστός Ὀλυμπιάς ὅς εὔβοτος Ἀθηναῖος νικάω στάδιον 0
2.24.7 5 καταβάντος δὲ ἐς τὸ χθαμαλώτερον ἐρείπια Ὑσιῶν ἐστι πόλεώς ποτε ἐν τῇ Ἀργολίδι, καὶ τὸ πταῖσμα Λακεδαιμονίοις ἐνταῦθα γενέσθαι λέγουσιν. Descending further into lower ground, there are the ruins of Hysiai, once a city within Argolis, and the local tradition is that it was here that the Spartans suffered the defeat. καταβαίνω δέ εἰς ὁ χαμαλός ἐρείπιον ὑσιάς εἰμί πόλις ποτε ἐν ὁ Ἀργολίς καί ὁ πταῖσμα Λακεδαιμόνιος ἐνταῦθα γίγνομαι λέγω 0