Pausanias Analysis

Word-level lemma forms extracted for each sentence

Chapter 2.30

PassageSentenceGreekEnglishLemma FormsMissing
2.30.1 1 ναοὶ δὲ οὐ πολὺ ἀλλήλων ἀφεστηκότες ὁ μὲν Ἀπόλλωνός ἐστιν, ὁ δὲ Ἀρτέμιδος, Διονύσῳ δὲ αὐτῶν ὁ τρίτος. Not far separated from each other are three temples: one is of Apollo, one of Artemis, and the third of Dionysus. ναός δέ οὐ πολύς ἀλλήλων ἀφεστηκώς ὁ μέν Ἀπόλλων εἰμί ὁ δέ Ἄρτεμις Διόνυσος δέ αὐτός ὁ τρίτος 0
2.30.1 2 Ἀπόλλωνι μὲν δὴ ξόανον γυμνόν ἐστι τέχνης τῆς ἐπιχωρίου, τῇ δὲ Ἀρτέμιδί ἐστιν ἐσθής, κατὰ ταὐτὰ δὲ καὶ τῷ Διονύσῳ· In Apollo's temple there is a wooden image, naked, of local workmanship. Ἀπόλλων μέν δή ξόανον γυμνός εἰμί τέχνη ὁ ἐπιχώριος ὁ δέ Ἄρτεμις εἰμί ἐσθής κατά αὐτός δέ καί ὁ Διόνυσος 0
2.30.1 3 καὶ γένεια Διόνυσος ἔχων πεποίηται. Artemis is clothed, as is likewise Dionysus; Dionysus is also represented with a beard. καί γένειον Διόνυσος ἔχω ποιέω 0
2.30.1 4 τοῦ δὲ Ἀσκληπιοῦ τὸ ἱερὸν ἔστι μὲν ἑτέρωθι καὶ οὐ ταύτῃ, λίθου δὲ ἄγαλμα καθήμενον. The sanctuary of Asclepius is elsewhere, not in this place, and contains a seated statue of stone. ὁ δέ Ἀσκληπιός ὁ ἱερός εἰμί μέν ἑτέρωθι καί οὐ οὗτος λίθος δέ ἄγαλμα κάθημαι 0
2.30.2 1 θεῶν δὲ Αἰγινῆται τιμῶσιν Ἑκάτην μάλιστα καὶ τελετὴν ἄγουσιν ἀνὰ πᾶν ἔτος Ἑκάτης, Ὀρφέα σφίσι τὸν Θρᾷκα καταστήσασθαι τὴν τελετὴν λέγοντες. Of the gods, the Aeginetans honor especially Hecate, and celebrate annually a rite in her honor, saying that Orpheus the Thracian was the one who instituted this celebration for them. θεός δέ Αἰγινήτης τιμάω ἑκάτη μάλιστα καί τελετή ἄγω ἀνά πᾶς ἔτος ἑκάτη Ὀρφεύς σφεῖς ὁ Θρᾷξ καθίστημι ὁ τελετή λέγω 0
2.30.2 2 τοῦ περιβόλου δὲ ἐντὸς ναός ἐστι, ξόανον δὲ ἔργον Μύρωνος , ὁμοίως ἓν πρόσωπόν τε καὶ τὸ λοιπὸν σῶμα. Within the enclosure is a temple, and the wooden image there is a work of Myron; it has one face and a single body. ὁ περίβολος δέ ἐντός ναός εἰμί ξόανον δέ ἔργον Μύρων ὁμοίως εἷς πρόσωπον τε καί ὁ λοιπός σῶμα 0
2.30.2 3 Ἀλκαμένης δὲ ἐμοὶ δοκεῖν πρῶτος ἀγάλματα Ἑκάτης τρία ἐποίησε προσεχόμενα ἀλλήλοις, ἣν Ἀθηναῖοι καλοῦσιν Ἐπιπυργιδίαν· ἕστηκε δὲ παρὰ τῆς Ἀπτέρου Νίκης τὸν ναόν. Alcamenes, in my opinion, first fashioned images of Hecate as three figures joined to one another, which the Athenians call Epipyrgidia ("On the Tower"); this stands beside the temple of Wingless Victory. Ἀλκαμένης δέ ἐγώ δοκέω πρῶτος ἄγαλμα ἑκάτη τρεῖς ποιέω προσέχομαι ἀλλήλων ὅς Ἀθηναῖος καλέω ἐπιπυργίδιον ἵστημι δέ παρά ὁ ἄπτερος νίκη ὁ ναός 0
2.30.3 1 ἐν Αἰγίνῃ δὲ πρὸς τὸ ὄρος τοῦ Πανελληνίου Διὸς ἰοῦσιν, ἔστιν Ἀφαίας ἱερόν, ἐς ἣν καὶ Πίνδαρος ᾆσμα Αἰγινήταις ἐποίησε. In Aegina, as one goes toward the mountain of Panhellenian Zeus, there is a sanctuary of Aphaea, for whom Pindar composed an ode for the Aeginetans. ἐν Αἴγινα δέ πρός ὁ ὄρος ὁ πανελλήνιος Ζεύς ἰόω εἰμί Ἀφαία ἱερόν εἰς ὅς καί Πίνδαρος ᾆσμα Αἰγινήτης ποιέω 0
2.30.3 2 φασὶ δὲ οἱ Κρῆτες--- τούτοις γάρ ἐστι τὰ ἐς αὐτὴν ἐπιχώρια---Καρμάνορος τοῦ καθήραντος Ἀπόλλωνα ἐπὶ φόνῳ τῶ Πύθωνος παῖδα Εὔβουλον εἶναι, Διὸς δὲ καὶ Κάρμης τῆς Εὐβούλου Βριτόμαρτιν γενέσθαι· But the Cretans say—for the story concerning her is local to them—that Euboulos was a son of Carmanor, who cleansed Apollo after the killing of Python, and that Britomartis was the daughter of Zeus and Carme, the daughter of Euboulos. φημί δέ ὁ Κρῆς οὗτος γάρ εἰμί ὁ εἰς αὐτός ἐπιχώριος Καρμάνορ ὁ καθήρα Ἀπόλλων ἐπί φόνος ὁ Πύθων παῖς εὔβουλος εἰμί Ζεύς δέ καί κάρμης ὁ Εὐβούλος Βριτόμαρτις γίγνομαι 0
2.30.3 3 χαίρειν δὲ αὐτὴν δρόμοις τε καὶ θήραις καὶ Ἀρτέμιδι μάλιστα φίλην εἶναι· Μίνω δὲ ἐρασθέντα φεύγουσα ἔρριψεν ἑαυτὴν ἐς δίκτυα ἀφειμένα ἐπʼ ἰχθύων θήρᾳ. They say that she delighted in running and hunting and was especially beloved by Artemis; and that, fleeing from Minos, who loved her, she threw herself into nets spread out for fishing. χαίρω δέ αὐτός δρόμος τε καί θήρ καί Ἄρτεμις μάλιστα φίλη εἰμί Μίνως δέ ἐράω φεύγω ῥίπτω ἑαυτοῦ εἰς δίκτυον ἀφίημι ἐπί ἰχθύς θήρ 0
2.30.3 4 ταύτην μὲν θεὸν ἐποίησεν Ἄρτεμις, σέβουσι δὲ οὐ Κρῆτες μόνον ἀλλὰ καὶ Αἰγινῆται, λέγοντες φαίνεσθαί σφισιν ἐν τῇ νήσῳ τὴν Βριτόμαρτιν. Artemis made her a goddess, and she is honored not only by the Cretans but also by the Aeginetans, who claim that Britomartis appeared to them on their island. οὗτος μέν θεός ποιέω Ἄρτεμις σέβω δέ οὐ Κρῆς μόνος ἀλλά καί Αἰγινήτης λέγω φαίνω σφεῖς ἐν ὁ νῆσος ὁ Βριτόμαρτις 0
2.30.3 5 ἐπίκλησις δέ οἱ παρά τε Αἰγινήταις ἐστὶν Ἀφαία καὶ Δίκτυννα ἐν Κρήτῃ. Her title among the Aeginetans is Aphaea, and in Crete Dictynna. ἐπίκλησις δέ ὁ παρά τε Αἰγινήτης εἰμί Ἀφαία καί δίκτυννα ἐν Κρήτη 0
2.30.4 1 τὸ δὲ Πανελλήνιον, ὅτι μὴ τοῦ Διὸς τὸ ἱερόν, ἄλλο τὸ ὄρος ἀξιόλογον εἶχεν οὐδέν. The Panhellenion mountain had nothing noteworthy apart from the sanctuary of Zeus. ὁ δέ Πανελλήνιος ὅτι μή ὁ Ζεύς ὁ ἱερόν ἄλλος ὁ ὄρος ἀξιόλογος ἔχω οὐδείς 0
2.30.4 2 τοῦτο δὲ τὸ ἱερὸν λέγουσιν Αἰακὸν ποιῆσαι τῷ Διί· This sanctuary, they say, was established by Aeacus for Zeus. οὗτος δέ ὁ ἱερός λέγω Αἰακός ποιέω ὁ Ζεύς 0
2.30.4 3 τὰ δὲ ἐς τὴν Αὐξησίαν καὶ Δαμίαν, ὡς οὐχ ὗεν ὁ θεὸς Ἐπιδαυρίοις, ὡς τὰ ξόανα ταῦτα ἐκ μαντείας ἐποιήσαντο ἐλαίας παρʼ Ἀθηναίων λαβόντες, ὡς Ἐπιδαύριοι μὲν οὐκ ἀπέφερον ἔτι Ἀθηναίοις ἃ ἐτάξαντο οἷα Αἰγινητῶν ἐχόντων τὰ ἀγάλματα, Ἀθηναίων δὲ ἀπώλοντο οἱ διαβάντες διὰ ταῦτα ἐς Αἴγιναν, ταῦτα εἰπόντος Ἡροδότου καθʼ ἕκαστον αὐτῶν ἐπʼ ἀκριβὲς οὔ μοι γράφειν κατὰ γνώμην ἦν εὖ προειρημένα, Regarding the tale of Auxesia and Damia—that the god withheld rain from the Epidaurians, that they carved these wooden figures upon receiving an oracle, obtaining the olive-wood from the Athenians; that afterward the Epidaurians ceased sending the agreed offerings to Athens when the images came into the possession of the Aeginetans; and that because of this dispute Athenians who crossed over into Aegina perished—since Herodotus has clearly described all these matters in detail, I do not feel it necessary to write further on points which have been well stated already. ὁ δέ εἰς ὁ αὔξησις καί δαμία ὡς οὐ ὕω ὁ θεός Ἐπίδαυρος ὡς ὁ ξόανον οὗτος ἐκ μαντεία ποιέω ἐλαία παρά Ἀθηναῖος λαμβάνω ὡς Ἐπίδαυριος μέν οὐ φέρω ἔτι Ἀθηναῖος ὅς τάσσω οἷος αἰγινήτης ἔχω ὁ ἄγαλμα Ἀθηναῖος δέ ἀπόλλυμι ὁ διαβαίνω διά οὗτος εἰς Αἴγινα οὗτος λέγω Ἡρόδοτος κατά ἕκαστος αὐτός ἐπί ἀκριβής οὐ ἐγώ γράφω κατά γνώμη εἰμί εὖ προείρω 0
2.30.4 4 πλὴν τοσοῦτό γε ὅτι εἶδόν τε τὰ ἀγάλματα καὶ ἔθυσά σφισι κατὰ τὰ αὐτὰ καθὰ δὴ καὶ Ἐλευσῖνι θύειν νομίζουσιν. I will only add this much: I myself saw the images, and I sacrificed to them according to the same rites which they observe at Eleusis. πλήν τοσοῦτος γε ὅτι ὁράω τε ὁ ἄγαλμα καί θύω σφεῖς κατά ὁ αὐτός καθά δή καί Ἐλευσίς θύω νομίζω 0
2.30.5 1 Αἰγίνης μὲν δὴ Αἰακοῦ ἕνεκα καὶ ἔργων ὁπόσα ἀπεδείξατο ἐς τοσόνδε ἔστω μνήμη· So much then for Aegina, commemorated thus far on account of Aeacus and the deeds he accomplished. Αἴγινα μέν δή Αἰακός ἕνεκα καί ἔργον ὁπόσος ἀποδείκνυμι εἰς τοσόσδε εἰμί μνήμη 0
2.30.5 2 τῆς δὲ Ἐπιδαυρίας ἔχονται Τροιζήνιοι, σεμνύνοντες εἴπερ καὶ ἄλλοι τινὲς τὰ ἐγχώρια· Next to Epidauria lie the lands of the Troizenians, who proudly uphold their local traditions as much as any others do. ὁ δέ ἐπιδαύριος ἔχω Τροιζήνιος σεμνύνω εἴπερ καί ἄλλος τις ὁ ἐγχώριος 0
2.30.5 3 φασὶ δὲ Ὦρον γενέσθαι σφίσιν ἐν τῇ γῆ πρῶτον. They assert that in their land Horus was first born. φημί δέ ὦρον γίγνομαι σφεῖς ἐν ὁ γῆ πρῶτος 0
2.30.5 4 ἐμοὶ μὲν οὖν Αἰγύπτιον φαίνεται καὶ οὐδαμῶς Ἑλληνικὸν ὄνομα Ὦρος εἶναι· But to me the name Horus seems clearly Egyptian and in no way Greek. ἐγώ μέν οὖν Αἰγύπτιος φαίνω καί οὐδαμῶς Ἑλληνικός ὄνομα ὦρος εἰμί 0
2.30.5 5 βασιλεῦσαι δʼ οὖν φασιν αὐτὸν καὶ Ὠραίαν ἀπʼ αὐτοῦ καλεῖσθαι τὴν γῆν, Ἄλθηπον δὲ Ποσειδῶνος παῖδα καὶ Ληίδος τῆς Ὤρου, παραλαβόντα μετὰ Ὦρον τὴν ἀρχήν, Ἀλθηπίαν ὀνομάσαι τὴν γῆν. Nevertheless, they say that he ruled as king, and from him their country was named Oraia (Horeia); and afterwards Althepus, son of Poseidon and Leïs, daughter of Horus, shared the sovereignty with Horus and renamed the land Althepia. βασιλεύω δέ οὖν φημί αὐτός καί ὡραῖος ἀπό αὐτός καλέω ὁ γῆ ἀλθέω δέ Ποσειδῶν παῖς καί ληίς ὁ ὦρος παραλαμβάνω μετά ὦρον ὁ ἀρχή ἀλθηπία ὀνομάζω ὁ γῆ 0
2.30.6 1 ἐπὶ τούτου βασιλεύοντος Ἀθηνᾶν καὶ Ποσειδῶνα ἀμφισβητῆσαι λέγουσι περὶ τῆς χώρας, ἀμφισβητήσαντας δὲ ἔχειν ἐν κοινῷ· προστάξαι γὰρ οὕτω Δία σφίσι. They say that during this king's reign Athena and Poseidon disputed about the possession of the land, and after their dispute they held it in common, for such was Zeus' command. ἐπί οὗτος βασιλεύω Ἀθηνᾶ καί Ποσειδῶν ἀμφισβητέω λέγω περί ὁ χώρα ἀμφισβητέω δέ ἔχω ἐν κοινός προστάσσω γάρ οὕτως διά σφεῖς 0
2.30.6 2 καὶ διὰ τοῦτο Ἀθηνᾶν τε σέβουσι Πολιάδα καὶ Σθενιάδα ὀνομάζοντες τὴν αὐτὴν καὶ Ποσειδῶνα Βασιλέα ἐπίκλησιν· For this reason they worship Athena calling her both Polias ("Guardian of the City") and Stheniad, although she is the same goddess, and likewise Poseidon with the surname King. καί διά οὗτος Ἀθηνᾶ τε σέβω πολιάς καί σθενιάδης ὀνομάζω ὁ αὐτός καί Ποσειδῶν βασιλεύς ἐπίκλησις 0
2.30.6 3 καὶ δὴ καὶ νόμισμα αὐτοῖς τὸ ἀρχαῖον ἐπίσημα ἔχει τρίαιναν καὶ Ἀθηνᾶς πρόσωπον. Indeed, the ancient coinage of the Athenians had as its emblem both a trident and the face of Athena. καί δή καί νόμισμα αὐτός ὁ ἀρχαῖος ἐπίσημος ἔχω τρίαινα καί Ἀθηνᾶ πρόσωπον 0
2.30.7 1 μετὰ δὲ Ἄλθηπον Σάρων ἐβασίλευσεν. After Althepus, Saron reigned. μετά δέ ἀλθέω Σάρων βασιλεύω 0
2.30.7 2 ἔλεγον δὲ ὅτι οὗτος τῇ Σαρωνίδι τὸ ἱερὸν Ἀρτέμιδι ᾠκοδόμησεν ἐπὶ θαλάσσῃ τελματώδει καὶ ἐπιπολῆς μᾶλλον, ὥστε καὶ Φοιβαία λίμνη διὰ τοῦτο ἐκαλεῖτο. It is said that Saron built the sanctuary dedicated to Artemis called Saronis by a marshy sea, a place more like a pool than open water, which for this reason was called Phoibaea Lake. λέγω δέ ὅτι οὗτος ὁ Σαρωνίς ὁ ἱερός Ἄρτεμις οἰκοδομέω ἐπί θάλασσα τελματώδης καί ἐπιπολή μᾶλλον ὥστε καί Φοιβαία λίμνη διά οὗτος καλέω 0
2.30.7 3 Σάρωνα δὲ---θηρεύειν γὰρ δὴ μάλιστα ᾕρητο---κατέλαβεν ἔλαφον διώκοντα ἐς θάλασσαν συνεσπεσεῖν φευγούσῃ· Saron—who was passionately devoted to hunting—one day chased a hind, and when it fled into the sea, he rushed in after it. Σάρων δέ θηρεύω γάρ δή μάλιστα αἱρέω καταλαμβάνω ἔλαφος διώκω εἰς θάλασσα συμπίπτω φεύγω 0
2.30.7 4 καὶ ἥ τε ἔλαφος ἐνήχετο ἀπωτέρω τῆς γῆς καὶ ὁ Σάρων εἴχετο τῆς ἄγρας, ἐς ὃ ὑπὸ προθυμίας ἀφίκετο ἐς τὸ πέλαγος· The deer swam further and further from land, and Saron, not relinquishing the quarry, followed so eagerly that he was soon carried far out into the open water. καί ὅς τε ἔλαφος ἐνήχω ἀπωτέρω ὁ γῆ καί ὁ Σάρων ἔχω ὁ ἄγρα εἰς ὅς ὑπό προθυμία ἀφικνέομαι εἰς ὁ πέλαγος 0
2.30.7 5 ἤδη δὲ κάμνοντα αὐτὸν καὶ ὑπὸ τῶν κυμάτων κατακλυζόμενον ἐπέλαβε τὸ χρεών. Finally, exhausted and overwhelmed by the waves, he met his destined end. ἤδη δέ κάμνω αὐτός καί ὑπό ὁ κῦμα κατακλύζω ἐπιλαμβάνω ὁ χρεών 0
2.30.7 6 ἐκπεσόντα δὲ τὸν νεκρὸν κατὰ τὴν Φοιβαίαν λίμνην ἐς τὸ ἄλσος τῆς Ἀρτέμιδος ἐντὸς τοῦ ἱεροῦ περιβόλου θάπτουσι. His body was washed ashore at Phoibaea Lake and there they buried him in the grove of Artemis within the enclosure of her sanctuary. ἐκπίπτω δέ ὁ νεκρός κατά ὁ Φοιβαία λίμνη εἰς ὁ ἄλσος ὁ Ἄρτεμις ἐντός ὁ ἱερόν περίβολος θάπτω 0
2.30.7 7 καὶ λίμνην ἀπὸ τούτου Σαρωνίδα τὴν ταύτῃ θάλασσαν καλοῦσιν ἀντὶ Φοιβαίας. From that time onwards, they called the stretch of sea at that place the Saronic Gulf, instead of Phoibaea Lake. καί λίμνη ἀπό οὗτος Σαρωνίς ὁ οὗτος θάλασσα καλέω ἀντί Φοιβαία 0
2.30.8 1 τοὺς δὲ ὕστερον βασιλεύσαντας οὐκ ἴσασιν ἄχρι Ὑπέρητος καὶ Ἄνθα· Of those who reigned afterward, they do not know the names until we come to Hyperes and Anthas. ὁ δέ ὕστερον βασιλεύω οὐ οἶδα ἄχρι ὑπέρητος καί ἄνθα 0
2.30.8 2 τούτους δὲ εἶναι Ποσειδῶνος καὶ Ἀλκυόνης Ἄτλαντος θυγατρός, καὶ πόλεις αὐτοὺς ἐν τῇ χώρᾳ φασὶν Ὑπέρειάν τε καὶ Ἄνθειαν οἰκίσαι· These, they say, were sons of Poseidon and Alcyone, daughter of Atlas, and founded cities within the land, Hypereia and Antheia. οὗτος δέ εἰμί Ποσειδῶν καί Ἀλκυόνη Ἄτλας θυγάτηρ καί πόλις αὐτός ἐν ὁ χώρα φημί ὑπέρεια τε καί Ἄνθεια οἰκίζω 0
2.30.8 3 Ἀέτιον δὲ τὸν Ἄνθα τοῦ πατρὸς καὶ τοῦ θείου παραλαβόντα τὴν ἀρχὴν τὴν ἑτέραν τῶν πόλεων Ποσειδωνιάδα ὀνομάσαι. When Aëtius, the son of Anthas, received authority from his father and uncle, he renamed one of these cities Poseidonia. ἀέτιον δέ ὁ ἄνθα ὁ πατήρ καί ὁ θεῖος παραλαμβάνω ὁ ἀρχή ὁ ἕτερος ὁ πόλις Ποσειδωνιάς ὀνομάζω 0
2.30.8 4 Τροίζηνος δὲ καὶ Πιτθέως παρὰ Ἀέτιον ἐλθόντων βασιλεῖς μὲν τρεῖς ἀντὶ ἑνὸς ἐγένοντο, ἴσχυον δὲ οἱ παῖδες μᾶλλον οἱ Πέλοπος. After Troezen and Pittheus came to Aëtius, there were three kings instead of one, but the sons of Pelops possessed the greater power. τροίζηνος δέ καί Πιτθεύς παρά ἀέτιον ἔρχομαι βασιλεύς μέν τρεῖς ἀντί εἷς γίγνομαι ἰσχύω δέ ὁ παῖς μᾶλλον ὁ Πέλοψ 0
2.30.9 1 σημεῖον δέ· ἀποθανόντος γὰρ Τροίζηνος Πιτθεὺς ἐς τὴν νῦν πόλιν συναγαγὼν τοὺς ἀνθρώπους ὠνόμασεν ἀπὸ τοῦ ἀδελφοῦ Τροίζηνα, συλλαβὼν Ὑπέρειάν τε καὶ Ἄνθ ει αν. There is clear evidence of this: after Troezen had died, Pittheus gathered the people into the present city and named it Troezen after his brother, bringing together Hypereia and Antheia. σημεῖον δέ ἀποθνῄσκω γάρ τροίζηνος Πιτθεύς εἰς ὁ νῦν πόλις συναγάγω ὁ ἄνθρωπος ὀνομάζω ἀπό ὁ ἀδελφός Τροιζήν συλλαμβάνω ὑπέρεια τε καί ἄν εἶμι ἄν 0
2.30.9 2 πολλοῖς δὲ ἔτεσιν ὕστερον ἐς ἀποικίαν ἐκ Τροιζῆνος σταλέντες Ἁλικαρνασσὸν ἐν τῇ Καρίᾳ καὶ Μύνδον ἀπῴκισαν οἱ γεγονότες ἀπʼ Ἀετίου τοῦ Ἄνθα. Many years afterward, descendants of Aëtius, the son of Anthas, were sent as colonists from Troezen, and founded Halicarnassus and Myndus in Caria. πολύς δέ ἔτος ὕστερον εἰς ἀποικία ἐκ Τροιζήν στέλλω Ἁλικαρνασσεύς ἐν ὁ Κάρια καί Μύνδος ἀποικίζω ὁ γίγνομαι ἀπό Ἀετίος ὁ ἄνθα 0
2.30.9 3 Τροίζηνος δὲ οἱ παῖδες Ἀνάφλυστος καὶ Σφῆττος μετοικοῦσιν ἐς τὴν Ἀττικήν, καὶ οἱ δῆμοι τὰ ὀνόματα ἔχουσιν ἀπὸ τούτων. The sons of Troezen, Anaphlystos and Sphettos, migrated into Attica, and the demes there derive their names from them. τροίζηνος δέ ὁ παῖς Ἀνάφλυστος καί σφῆττος μετοικέω εἰς ὁ Ἀττική καί ὁ δῆμος ὁ ὄνομα ἔχω ἀπό οὗτος 0
2.30.9 4 τὰ δὲ ἐς Θησέα θυγατριδοῦν Πιτθέως εἰδόσι τὰ ἐς αὐτὸν οὐ γράφω, δεῖ δέ με τοσόνδε ἔτι δηλῶσαι. As for matters connected with Theseus, who was the grandson of Pittheus through his daughter, I shall not record them, as they are well known to those familiar with his story; but I must add only this much more. ὁ δέ εἰς Θησεύς θυγατριδοῦς Πιτθεύς οἶδα ὁ εἰς αὐτός οὐ γράφω δεῖ δέ ἐγώ τοσόσδε ἔτι δηλόω 0
2.30.10 1 Ἡρακλειδῶν γὰρ κατελθόντων ἐδέξαντο καὶ οἱ Τροιζήνιοι συνοίκους Δωριέων τῶν ἐξ Ἄργους καὶ πρότερον ἔτι Ἀργείων ὄντες κατήκοοι· For when the Heracleidae returned, the Troizenians also welcomed as fellow inhabitants Dorians from Argos, having previously been obedient subjects to the Argives. Ἡρακλείδης γάρ κατέρχομαι δέχομαι καί ὁ Τροιζήνιος σύνοικος Δωριεύς ὁ ἐκ Ἄργος καί πρότερον ἔτι Ἀργεῖος εἰμί κατήκοος 0
2.30.10 2 καὶ σφᾶς καὶ Ὅμηρος ἐν καταλόγῳ φησὶν ὑπὸ Διομήδους ἄρχεσθαι. Indeed, even Homer places them in the Catalogue under the command of Diomedes. καί σφεῖς καί Ὅμηρος ἐν κατάλογος φημί ὑπό Διομήδης ἄρχομαι 0
2.30.10 3 Διομήδης γὰρ καὶ Εὐρύαλος ὁ Μηκιστέως Κυάνιππον τὸν Αἰγιαλέως παῖδα ὄντα ἐπιτροπεύοντες Ἀργείων ἡγήσαντο ἐς Τροίαν. For Diomedes and Euryalus, the son of Mecisteus, acting as guardians for Cyanippus, son of Aegialeus, led the Argives to Troy. Διομήδης γάρ καί Εὐρύαλος ὁ Μηκιστεύς Κυάνιππος ὁ Αἰγιαλεύς παῖς εἰμί ἐπιτροπεύω Ἀργεῖος ἡγέομαι εἰς Τροία 0
2.30.10 4 Σθένελος δέ, ὡς ἐδήλωσα ἐν τοῖς πρότερον, οἰκίας τε ἦν ἐπιφανεστέρας, τῶν Ἀναξαγοριδῶν καλουμένων, καὶ ἡ βασιλεία τούτῳ μάλιστα ἦν ἡ Ἀργείων προσήκουσα. But Sthenelus, as I have previously noted, belonged to a more distinguished family—known as the house of the Anaxagoridae—and the kingship of Argos properly belonged to him above all. Σθένελος δέ ὡς δηλόω ἐν ὁ πρότερον οἰκία τε εἰμί ἐπιφανής ὁ Ἀναξαγορίδης καλέω καί ὁ βασιλεία οὗτος μάλιστα εἰμί ὁ Ἀργεῖος προσήκω 0
2.30.10 5 τοσαῦτα Τροιζηνίοις ἐχόμενα ἱστορίας ἦν, παρὲξ ἢ ὅσαι πόλεις παρʼ αὐτῶν φασιν ἀποικισθῆναι· Such then is the history involving the Troizenians, apart from the cities which, according to their account, were founded as colonies by them. τοσοῦτος Τροιζήνιος κεῖμαι ἱστορία εἰμί πάρειμι ἤ ὅσος πόλις παρά αὐτός φημί ἀποικίζω 0
2.30.10 6 κατασκευὴν δὲ ἱερῶν καὶ ὅσα ἄλλα ἐς ἐπίδειξιν, τὸ ἐντεῦθεν ἐπέξειμι. Now I shall proceed to describe their sacred buildings and all else that is noteworthy. κατασκευή δέ ἱερός καί ὅσος ἄλλος εἰς ἐπίδειξις ὁ ἐντεῦθεν ἐπέξειμι 0